Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ῥυθμὸν ἐμιμήσαντο ποδῶν ἑλικώδεϊ παλμῷ,
  2. Ἄρεϊ βακχευθέντες. ὀρεσσαύλων δὲ νομήων
  3. Ἰνδῴη δεδάικτο γονὴ Κουρῆτι σιδήρῳ·
  4. καί τις ἀνὴρ προκάρηνος ἐπωλίσθησε κονίῃ,
  5. εἰσαΐων μύκημα βαρυγδούποιο βοείης.
  6. καί τις ἀερτάζουσα φιλάνθεμον ἔγχος Ἐνυοῦς
  7. Βασσαρὶς ἠκόντιζεν· ἀβακχεύτου δὲ γενέθλης
  8. ἄρσενα πολλὰ κάρηνα δαΐζετο θήλεϊ θύρσῳ.
  9. καὶ λασίῃ παλάμῃ σκοπιὴν λοφόεσσαν ἀείρων
  10. οὔρεος ἄκρα κάρηνα ταμὼν ἐκορύσσετο Ληνεύς,
  11. πέμπων ὀκριόεσσαν ἐπʼ ἀντιβίοισιν ἀκωκήν.
  12. Βάκχη δʼ ἀμφαλάλαζε· καὶ ἀμπελόεντες ὀιστοὶ
  13. κισσοφόρων παλάμῃσιν ἐδινεύοντο γυναικῶν.
  14. ἔνθα μέλος πλέξασα καὶ Ἄρεϊ καὶ Διονύσῳ
  15. Εὐπετάλη κεκόρυστο, φιλοσταφύλῳ δὲ πετήλῳ
  16. κέντορα κισσὸν ἔπεμπεν ἀλοιητῆρα σιδήρου,
  17. Ἰνδῴην δρυόεντι γονὴν ὀλέκουσα κορύμβῳ.
  18. καὶ δηίων κλονέουσα νέφος ῥηφήνορι θύρσῳ
  19. Τερψιχόρη φιλόβοτρυς ἐπεσκίρτησε κυδοιμῷ,
  20. κύμβαλα δινεύονσα βαρύβρομα δίζυγι χαλκῷ·