Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὓς γενέτης Ἥφαιστος ἀμιμήτῳ κάμε τέχνῃ
  2. πυρσὸν ἀπειλητῆρα διαπνείοντας ὸδόντων,
  3. οἷα καὶ Αἰήτῃ, βριαοῷ σημάντορι Κόλχων,
  4. χαλκοπόδων μόρφωσε συνωρίδα δίζυγα ταύρων,
  5. τεύχων χερμὰ λέπαδνα καὶ ἔμπυρον ἱστοβοῆα.
  6. Εὐρυμέδωυ μέν ἔλαυνε, πυριβλήτῳ δέ χαλινῷ
  7. ἔμπυρον ἡνιόχευε σιδηροπόδων γένυν ἵππων·
  8. χειρὶ δὲ Λήμνιον ἔγχος, ὅ περ κάμε πάτριος ἄκμων,
  9. δεξιτερῇ κούφιζεν, ἐπʼ εὐφυέεσσι δὲ μηροῖς
  10. φάσγανον ᾐώρησε σελασφόρον· εἰ δέ τις ἀνήρ,
  11. ἀκροτάτοις ὀνύχεσσι λίθον τινὰ βαιὸν ἀείρας
  12. θηγαλέης ἤρασσε πυρίδρομα νῶτα μαχαίρης,
  13. αὐτόματοι σπινθῆρες ὀιστεύοντο σιδήρου.
  14. Ἄηκων δʼ αἰθαλόεντι συνήρμοσε χεῖρα βελέμνῳ,
  15. πατπῴης Ἑκάτης θιασώδεα πυρσὸν ἑλίσσων.
  16. καὶ σάλαρον σείοντες ἀερσιλόφου τρυσφαλείης
  17. Δικταῖοι Κορύβαντες ἐπεστρατόωντο κυδοιμῷ,
  18. εἰς μόθον οἰστρηθέντες· ἁμιλλητῇρι δὲ χαλκῷ
  19. φάσγανα τυπτομένῃσιν ἐπέκτυπε γυμνὰ βοείαις
  20. σκαρθμοῖς ἀντιτύποισι· φερεσσακέος δὲ χορείης