Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πέμπέ μοι ἐνθάδε Φοῖβον ἀδελφεόν, ἴδμονα τέχνης
  2. λυσιπόνου, καὶ κοῦρον ἀκέσσεται. ἴσχεο, φωνή·
  3. Φοῖβον ἔα κατʼ Ὄλυμπον ἀκηδέα, μή μιν ὀρίνω
  4. ἕλκεος ἱμερόεντος ἀναμνήσας Ὑακίνθου.
  5. πέμπέ μοι, ἢν ἐθέλῃς, Παιήονα· κεῖνος ἱκέσθω·
  6. ἄμμορός ἐστι πόθων, ἀλλότριός ἐστιν Ἐρώτων.
  7. ὠτειλῆς τύπον ἄλλον ἐσέδρακον· ἐν πολέμοις γὰρ
  8. ἄλλος ἀνὴρ κενεῶνα τυπεὶς φοινίσσεται αἰχμῇ,
  9. ἄορι δʼ ἄλλος ἔχει παλάμης πόνον, ὃς δὲ βελέμνῳ
  10. εἰς λαπάρην, ἕτερος δὲ διʼ οὔατος· ἐν κραδίη δὲ
  11. λοίγιον ἕλκος ἔχοντι συνουτήθην Ὑμεναίῳ.
  12. εἶπε καὶ ἐπτοίητο παρακλιδὸν ὄμματι λοξῷ
  13. ὠτειλὴν χαρίεντος ὀπιπεύων Ὑμεναίου.
  14. μηρῷ δʼ ἔνθα καἰ ἔνθα φιλεύιον ἄνθος ἑλίξας,
  15. λευκὸν ἐρευθομένῳ διδυμόχροον ἕλκος ἀφάσσων,
  16. κοῦρον ἀνεζώγρησεν ἑῷ παιήονι κισσῷ,
  17. οἶνον ἀλεξητῆρα περιρραίνων Ὑμεναίῳ.
  18. ὡς δʼ ὅτʼ ὀπὸς ταχυεργός, ἐπειγόμενος γάλα πῆξαι,
  19. χιονέης κυκόων ἀπαμείρεται ὑγρὸν ἐέρσης,
  20. ὄφρά μιν ἐντύνειε πεπηγμένον αἰπόλος ἀνὴρ