Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τίς βαρὺς ἀμφοτέροις φθόνος ἔχραεν; εἰ θέμις εἰπεῖν,
  2. ηρη δερκομένη ζηλήμονι Βάκχον ὀπωπῇ
  3. καὶ νέον ἀμητῆρα μελαρρίνοιο γενέθλης,
  4. ἠιθέῳ φθονέουσα καὶ ἱμείροντι Λυαίῳ
  5. ὥπλισε θοῦρον Ἄρηα βαλεῖν Ὑμέναιον ὀιστῷ,
  6. Ἰνδῴην μεθέποντα νόθην ἄγνωστον ὀπωπήν,
  7. ὄφρα νόον δυσέρωτος ἀνιήσειε Λυαίου.
  8. ἀλλὰ βέλος τανύων ἢ φοίνια τόξα τιταίνω
  9. ψευδαλέῳ Μελανῆι κορύσσομαι, ὄφρα τελέσσω
  10. ποινὴν ἱμερόεντος ὀφειλομένην Ὑμεναίου.
  11. αἴ κε θάνῃς, Ὑμέναιε, λιπὼν ἀτέλεστον Ἐνυώ,
  12. χάζομαι ἐκ πολέμοιο καὶ οὐκέτι θύρσον ἀείρω.
  13. δυσμενέας ξύμπαντας ἐγὼ ζώοντας ἐάσω,
  14. ἀμήσας ἕνα φῶτα, τεὸν Μελανῆα φονῆα.
  15. οὐ κτάνε Δηριάδης σε, καὶ εἰ κοτέει Διονύσῳ.
  16. ἱλήκοις, Κυθέρεια· μετὰ θρασὺν υἱέα Μύρρης
  17. μείλιχον ἄλλον Ἄδωνιν ἀμείλιχος ἤλασεν Ἄρης,
  18. ἤλασε καὶ ῥοδέου χροὸς ἥψατο, καὶ διὰ μηροῦ
  19. ἄρτι πάλιν κελάρυζεν ἐπὶ χθονὶ λύθρος Ἐρώτων·
  20. ἀλλὰ τεῷ ποθέοντι χαριζομένη Διονύσῳ