Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. κυκλώσας ταλάροιο τύπῳ, τροχοειδέι ταρσῷ·
  2. ὣς ὅ γε φοίνιον ἕλκος ἀκέσσατο Φοιβάδι τέχνῃ·
  3. καὶ νέος ἀρτεμέων παλινάγρετον εἶχεν Ἐνυώ,
  4. χειρὸς ἀκεσσιπόνοιο Διωνύσοιο τυχήσας.
  5. καὶ βέλος ἠερόφοιτον ἑκηβόλον εἰς σκοπὸν ἕλκων
  6. τόξα πάλιν κύκλωσε, τιτυσκόμενος δὲ βελέμνῳ
  7. ἀντίδοτον πόρεν ἕλκος ὀιστοβόλῳ Μελανῆι.
  8. καὶ θρασὺς ἔσσυτο κῦρος· ἐφεσπόμενος δὲ Λυαίῳ
  9. αἰεὶ φῶτας ἔβαλλε καὶ οὐκέτι λείπετο Βάκχου.
  10. ὡς δʼ ὅτε τις σκιόεις τύπος ἀνέρος, ἄπνοος ἕρπων,
  11. ἀγχιφανὴς ἀχάρακτος ὁμόδρομος ἀνδρὸς ὁδεύει,
  12. καί οἱ ἀεὶ σπεύδοντι συνέσπεται, ἱσταμένου δὲ
  13. ἵσταται, ἑζομένου δὲ παρέζεται, ἐν δὲ τραπέζῃ
  14. μιμηλαῖς παλάμῃσι συνέμπορος εἰλαπινάζει·
  15. ὥς ὅ γε κοῦρος ἔμιμνεν ὁμόδρομος οἴνοπι Βάκχῳ.
  16. οὐδὲ μάχης Διόνυσος ἐλώφεεν· ἀλλὰ τορήσας
  17. μεσσοπαγῆ κούφιζε πεπαρμένον ἀνέρα θύρσῳ
  18. ὄρθιον ὑψιπότητον, ἐν ἠερίῃ δὲ κελεύθῳ
  19. Ἰνδὸν ἐλαφρίζων ζηλήμονι δείκνυεν Ἥρῃ.
  20. καὶ τελέων τρισσῇσιν ἐπωνυμίῃσιν Ἐνυὼ