Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὑψιφανῆ νέον ἄλλον ἑλὼν ἔζευξε Κελαινεύς.
  2. καὶ Κλύτιος θρασὺς ἔσκεν ἀνεικέος ἐλπίδι νίκης·
  3. Δεξιόχου δὲ φονῆα καλέσσατο θυιάδι φωνῇ,
  4. λοίγιον ὑβριστῆρι χέων ἔπος ἀνθερεῶνι·
  5. στῆθι, κύων, μὴ φεῦγε, Κορύμβασε, καί σε διδάξω,
  6. οἷοι ἀκοντιστῆρες ὀπάονές εἰσι Λυαίου.
  7. ὑμέας εἰς Φρυγίην ληίσσομαι, ἄστεα δʼ Ἰνδῶν
  8. δῃώσει δόρυ τοῦτο, καὶ Ἰνδοφόνον μετὰ νίκην
  9. Δηριάδην θεράποντα Διωνύσοιο τελέσσω·
  10. παρθενικὴ δʼ ἀνάεδνος ἑὴν λύσειε κορείην,
  11. δεχνυμένη Σατύροιο δασυστέρνους ὑμεναίους,
  12. Ἰνδὴ Μυγδονίοιο μιαινομένη σχεδόν Ἕρμου.
  13. ὣς φαμένου κεχόλωτο Κορύμβασος, ὀψιμόθου δὲ
  14. φθεγγομένου Κλυτίοιο διέθρισεν ἀνθερεῶνα·
  15. καὶ κεφαλὴ πεπότητο μετάρσιος ἅλματι Μοίρης,
  16. αἱμαλέῃ ῥαθάμιγγι περιρραίνουσα κονίην.
  17. καὶ νέκυν ὀρχηστῆρα παλινδίνητον ἐάσας
  18. Σειληνοὺς ἐφόβησε Κορύμβασος, ἔξοχος Ἰνδῶν,
  19. ἔξοχος ἠνορέην μετὰ Μορρέα καὶ βασιλῆα.
  20. αἰχμητὴν δὲ Σέβητα βαλὼν ὑπὲρ ἄντυγα μαζοῦ