Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. χάλκεον ὤθεεν ἔγχος ἔσω χροός, αἱμαλέου δὲ
  2. δούρατος ἑλκομένοιο χυτῇ κατέβαλλε κονίῃ.
  3. Οἰνομάῳ δʼ ἐπόρουσεν· ὁ μὲν φυγὰς εἴκελος αὔραις
  4. εἰς στρατιὴν Βρομίοιο τεθηπότι χάζετο ταρσῷ·
  5. καί μιν ἰδὼν ἐδίωκεν ὀπίστερος, ἐν δʼ ἄρα νώτῳ
  6. μεσσατίῳ δόρυ τῆξε· διαΐσσουσα δὲ ῥιπῇ
  7. γαστέρος ἀντιπόροιο παρʼ ἀμφαλὸν ἄνθορεν αἰχμή·
  8. αὐτὰρ ὁ φοινήεντι πεπαρμένος ἀμφὶ σιδήρῳ
  9. πρηνὴς ἀρτιδάικτος ἐπωλίσθησε κονίῃ·
  10. τὸν δὲ κατὰ βλεφάρων θανατηφόρος ἔσκεπεν ἀχλύς.
  11. οὐδὲ μόθων ἀπέληγε πέλωρ πρόμος· ἀλλὰ μαχηταὶ
  12. τέσσαρες εὐπήληκες ἑνὶ κτείνοντο φονῆι,
  13. Τυνδάριός τε Θόων τε καὶ Αὐτεσίων καὶ Ὀνίτης.
  14. καὶ πολὺς [*](So MSS.: Ludwich Πύλος.) ἀρτιδάικτος ἔην νέκυς, οὐ χθονὶ πίπτων
  15. πρηνής, οὐ δατέδῳ τετανυσμένος ὕπτιος ἀνήρ·
  16. ἀλλὰ θανὼν ἀτίνακτος ὲπεστηρίζετο γαίῃ,
  17. μαρναμένῳ προμάχῳ πανομοίιος, ὡς δόρυ πάλλων,
  18. ὡς τανύων θοὰ τόξα καὶ ὡς βέλος εἰς σκοπὸν ἕλκων.
  19. καὶ νέκυς ἀλκήεις ποθέων μετὰ πότμον Ἐνυὼ
  20. νήματα Μοιράων ἐβιήσατο, δούρατι κούφῳ