Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Δαρδανίης ἅτε Τεῦκρον ὀιστευτῆρα γενέυλης
  2. εἰς σάκος ἐπταβόειον ἐδέχνυτο σύγγονος Αἴας,
  3. πατρῴῃ συνάεθλον ἀδελφεὸν ἀσπίδι κεύθων.
  4. αὐτίκα δʼ ἐκ κολεοῖο Κορύμβασος ἆορ ἐρύσσας
  5. αὐχένα Δεξιόχοιο κατεπρήνιξε μαχαίρῃ·
  6. καὶ ταχὺς ἀσπαίροντι θορὼν περιδέδρομε νεκρῷ
  7. οἰστρομανὴς Κλύτιος, πρυλέων πρόμος· ὑψιλόφο δὲ
  8. κραιπνὸς ἐριπτοίητος ἀκόντισε Δηριαδῆος·
  9. ἀλλὰ δόρυ προμάχοιο παρακλιδὸν ἔτραπεν Ἥρη,
  10. καὶ Κλυτίῳ κοτέουσα καὶ Ἰνδοφόνῳ Διονύσῳ·
  11. ἔμπης δʼ οὐκ ἀφάμαρτε ταχὺς πρόμος· ἀλλὰ τορήσας
  12. θηρὸς ἀμαιμακέτοιο πελώριοω ἀνθερεῶνα
  13. ὀρθοπόδην ἐλέφαντα κατέκτανε Δηριαδῆος·
  14. καὶ μογέων ὀδύνῃσιν ὅλην ἐτίναξεν ἀπήνην
  15. αὐχένι κυανέῳ περιδέξιος ὴλίβατος θήρ·
  16. καὶ γένυν αἰθύσσων σκολιὴν προβλῆτα προσώπου
  17. αἱμοβαφῆ ζυγίων ἀνεσείρασε δεσθὰ λεπάδνων·
  18. ἀλλὰ πολυκλήιστον ὑπὸ ζυγὸν ἄορι κάμψας
  19. αὐχενίων ἀνέκοψεν ὁμόζυγον ὁλκὸν ἱμάντων
  20. ἡνίοχος ταχυεργός· ἀπʼ εὐρυβάτοιο δὲ φάτνης