Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ἄρεος ἔγχος ἔμελπεν, ὁ δʼ εἰλαπίνην Διονύσου·
  2. καὶ τελετῇ Βρομίοιο συνεσμαράγησεν Ἐνυώ,
  3. εὔια δʼ ἴαχε ῥόπτρα, καὶ ἡγήτειρα κυδοιμοῦ
  4. λαὸν ἀολλίζουσα συνέκτυπε πηκτίδι σάλπιγξ,
  5. σπονδῇ λύθρον ἔμιξε, φόνον δʼ ἐκέρασσε χορείῃ.
  6. ἔνθα πολὺ πρώτιστος, ἑῷ ποδὶ κοῦφος ὀρούσας,
  7. ἀντία Δηριάδαο κατηκόντιζε Φαληνεύς,
  8. καὶ τύχεν ἀρρήκτοιο σιδηρείοιο χιτῶνος·
  9. οὐ δὲ τιταινομένη χροὸς ἥψατο λοίγιος αἰχμή,
  10. ἀλλὰ παραΐξασα πάγη χθονί· λυσσαλέος δὲ
  11. Δηριάδῃ πέλας ἐχθρὸν ἐπαΐσσοντα νοήσας
  12. ἀλκήεις ἐκίχησε Κορύμβασος, ἐσσυμένου δὲ
  13. λαιμὸν ἀπηλοίησε μεσαίτατον ἄορι τύψας,
  14. καὶ κεφαλὴν ἤμησε· δαϊζομένου δὲ καρήνου
  15. αἱμοβαφὴς ἀκάρηνος ἐπὶ χθόνα πῖπτε Φαληνεύς.
  16. Ἀμφὶ δέ οἱ μόθος ὦρτο πολύθροος· ἀκρότατον δὲ
  17. Δεξίοχος Φλογίοιο μεσόφρυον ἔξεσε χαλκῷ,
  18. πλήξας ἄκρα μέτωπα διχαζομένης τρυφαλείης·
  19. αὐτὰρ ὁ ταρβήσας, ὀλίγον γόνυ γουνὸς ἀμείβων,
  20. μηκεδανῇ κεκάλυπτο κασιγνήτοιο βοείῃ,