Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. φοίνιον, ἀλλὰ πέτηλα φυτῶν ἑλικώδεα σείων
  2. λεπτῷ χαλκοχίτωνα κατέκτανεν ἀνέρα θαλλῷ.
  3. καὶ πάταγος βρονταῖος ἐπέκτυπεν εἴκελος αὐλῷ·
  4. Σειληνοὶ δʼ ἰάχησαν· ἐπεστρατόωντο δὲ Βάκχαι,
  5. νεβρίδας ὡς θώρηκα κατὰ στέρνοιο βαλοῦσαι.
  6. καί τις ὸρεσσινόμων Σατύρων, ἄτε πῶλον ἐλαύνων,
  7. ποσσὶ διχαζομένοισιν ὑπὲρ ῥάχιν ἦστο λεαίνης.
  8. Ἰνδοὶ δʼ ἀνταλάλαζον, ἀολλίζων δὲ μαχητὰς
  9. βάρβαρος ἐσμαράγησεν ἀγέστρατος αὐλὸς Ἐνυοῦς·
  10. στέμματα μὲν κορύθεσσιν, ἐπέκτυπε δʼ αἰγίδι θώρηξ,
  11. ἔγχεσι θύρσος ἔθυσε, καὶ ἰσάζοντο κοθόρνοις
  12. ἀντίτυποι κνημῖδες· ὁμοζυγέων δὲ φορήων
  13. στοιχάδες ἀλλήλῃσιν ἐπηρείδοντο βοεῖαι,
  14. καὶ πρυλέες πρυλέεσσιν, ἀερσιλίφῳ δὲ καρήνῳ
  15. Μυγδονίην πήληκα Πελασφιὰς ὤθεε πήληξ.
  16. καὶ κλόνος ἦν προμάχων ἑτερότροπος· ὄς μὲν ἀείρων
  17. Βακχείης ἐλέλιζε μετάρσιον ἅλμα χορείης,
  18. ὃς δὲ πεσὼν στενάχιζεν, ὁ δʼ ἐκροτάλιζε πεδίλῳ,
  19. ὃς δὲ τυπεὶς ἤσπαιρεν, ὁ δʼ ἐσκίρτησε Λυαίῳ·
  20. ἄλλος ἀπὸ στομάτων πολεμήιον ἦχον ἰάλλων