Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τὸν μέν ἐνὶ σταδίῃ δαμάσας δορί, τὸν δὲ βελέμνῳ
  2. τηλεφανής, ἕτερον δὲ ταμών δασπλῆτι μαχαίρῃ·
  3. ἄλλον ἔτι προθέοντα, πεφυγμένον εἴκελον αὔραις,
  4. λυσσήεις ἐκίχησε ποδήνεμα γούνατα πάλλων,
  5. εἰς δρόμον Ἰσίκλῳ πανομοίιος, ὅς τις ἐπείγων
  6. ταρσὰ ποδῶν ὰβάτοιο κατέγραφεν ἄκρα γαλήνης,
  7. καὶ σταχύων ἐφύπερθε μετάρσιον εἶχε πορείην,
  8. ἀνθερίκων πάτον ἄκρον ἀκαμπέα ποσσὶν ὁδεύων.
  9. Ὠκύθοος πέλε τοῖος ἀελλόπος. ἐν δὲ κυδοιμοῖς
  10. εἰλιπόδην ἔστησε Μίμας εὔρυθμου Ἐνυώ,
  11. καὶ στρατὸν ἐπτοίησε, χοροίτυπον ἆορ ἐλίσσων,
  12. σκερθμὸν ἔχων ἀγέλαστον ἐνόπλιον ἴδμονι ταρσῷ,
  13. οἷον ὅτε Κρονίοισατ ὑπʼ οὔασι δοῦπον ἐηείρων
  14. Πύρριχος Ἰδαίοισι σάκος ξιφέεσσιν ἀράσσων
  15. ψευδομένης ἀλάλαζε μέλος μενεδήιον Ἠχοῦς,
  16. Ζηνὸς ὑποκλέπτων παλιναυξέος ἔγκρυφον ἥβην·
  17. τοῖον ἔχων μιμηλὸν ἐνόπλιον ἅλμα χορείης
  18. χαλκοχίτων ἐλέλιζε Μίμας ἀνεμώδεα λόγχην·
  19. τέμνων δʼ ἐχθπὰ κάρηνα, σιδήρεα λήια χάρμης,
  20. Ἰνδοφόνοις πελέκεσσι καὶ ἀμφιπλῆγι μαχαίρῃ