Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Κύκλωψ ὑψικάρηνος· ὁ δὲ πρηῦνα τινάσσων
  2. ῥῖπτε κατὰ Φλαγίου κραναὸν βέλος· αὐτὰρ ὁ φεύγων
  3. ἅρμασι βουκεράοιο παρίστατο Δηριαδῆος,
  4. καὶ μόγις ἠερόφοετον ἀλεύατο μάρμαρον αἰχμήν,
  5. κεῖθι μένων· κοτέων δὲ περὶ Φλουίοιο φυγόντος
  6. λοίγεον ἀνθερεῶνα διαπτύξας Ἁλιμήδης
  7. δώδεκα φῶτας ἔπεφνε μιῆς μυκήματι φωνῆς,
  8. λυσσαλέης προχέων ὀλεσήνορα βόμβον ἰωῆς.
  9. Κυκλώπων δʼ ἀλαλητὸς ἐπεσμαράγησεν Ὀηύμπῳ
  10. γλώσσαις σμερδαλέῃσι. καὶ ὀρχηστῆρες Ἐνυοῦς,
  11. Δικταῖοι Κορύβαντες ἐπεστρατόωντο κυδοιμῷ.
  12. Δαμνεὺς μὲν πολέμιξεν ἀνάρσια φῦλα δεώκων---
  13. ἐν πεδίῳ δʼ ἀλαλητός· ὀρινομένῃσι δὲ Βάκχαις
  14. Πρυμνεὺς εὔδιος ἦλθεν, ἅτε πρυμναῖος ἀήτης
  15. ῥυόμενος πλωτῆρα συνιππεύοντα θυέλλαις·
  16. καὶ στρατεῇ πολύευκτος ἐπήλυθεν, οἷος ἱκάνει
  17. νηυσὶ τινασσομένῃσι γαληναῖος Πολυδεύκης,
  18. εὐνήσας βαρὺ κῦμα θυελλοτόκοιο θαλάσσης.
  19. ποσσὶ δʼ ἐλαφροτέροισι διεπτοίησε μαχητάς
  20. Ὠκύθοος· πολέας δὲ κατέκτανεν ὀξέι πότμῳ,