Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. δυσμενέων ἐτίταινε θαλύσια μάρτυρι Βάκχῳ,
  2. ἀντὶ θυηπολίης βοέης καὶ ἐθήμονος οἴνου
  3. λοιβὴν αἱματοεσσαν ἐπισπένδων Διονύσῳ.
  4. καὶ ποδὸς ἀσταθέος κυκλούμενος ἴδμονι ταρσῷ,
  5. σύνδρομος Ὠκυθόῳ κορυθαιόλος ἤιεν Ἄκμων·
  6. μάρνατο δʼ ἀστυφέλικτος ἄτε σφυρήλατος ἄκμων,
  7. ἀσπίδα κουφίζων Κορυβαντίδα, τῆς ἐνὶ μέσσῳ
  8. πολλάκις ὕπνον ἴαυεν ἐν οὔρεσι νημίαχος Ζεύς·
  9. καὶ Διὸς οἶκος ἔην ὀλίγον σπέος, ἔνθά ἑ κείνη
  10. αἴξ ἱερὴ γλαγόεντι νόθῳ μαιώσατο μαζῷ,
  11. ξεῖνον ἀναβλύζουσα σοφὸν γλάγος, εὖτε βοείη
  12. κλεψιτόκοις πατάγοισι σακέσπαλον ἔβρεμεν Ἠχώ,
  13. τυπτομένη μέσα νῶτα κυβιστητῆρι σιδήρῳ.
  14. ὧν χάριν ἀσκήσασα λίθον ψευδήμονα Ῥείη
  15. ἀντίδοτον Κρονέδαο Κρόνου παρέθηκε τραπέζῃ.
  16. Ὀξυφαὴς δʼ Ἰδαῖος ἐδύσατο κῶμον Ἐνυοῦς,
  17. ὀρχηστὴρ πολέμοιο πολύτροπον ἴχνος ἑλίσσων,
  18. ἄσχετος Ἰνδοφόνοιο μόθου δεδονημένος οἴστρῳ.
  19. καὶ ζοφερὴν στίχα πᾶσαν ἀνεπτοίησε Μελισσεύς,
  20. θάρσος ἔχωυ ἀδόνητον· ἐπωνυμίην δὲ φυλάσσων