Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰκοστὸν σκοπίαζε καὶ ὄγδοον, ὁππόθι πολλὴν Κυκλώπων πυρόεσσαν ἐσαθρήσειας Ἐνυώ.
  2. ἔνθά τις ἀπρήυντος ἔην ἔρις· ἀμφότεροι γὰρ
  3. Φαῦνος Ἀρισταῖός τε μίαν συνέλασσαν Ἐνυώ,
  4. οἶσιν ἐφωμάρτησε καὶ Αἰακός, ἄξια ῥέζων
  5. Ζηνὸς ἐοῦ γενετῆρος, ὑπὲρ νώτοιο τιταίνων
  6. ἀσπίδα χαλκείην πολυδαίδαλον, ἧς ἐνὶ κύκλῳ
  7. δαίδαλα πολλὰ πέπαστο, τά περ κάμε Λήμνιος ἄκμων.
  8. καὶ στρατιὴ κεκόρυστο πολύτροπος εἰς μόθον Ἰνδῶν
  9. σπερχομένων ἀγεληδόν· ὁ μὲν ταμεσίχροϊ κισσῷ
  10. κραιπνὸς ἐς ὑσμίνην πολυδαίδαλα δίφρα νομεύων
  11. πορδαλίων ἐπέβαινεν, ὁ δὲ φρίσσοντι λεπάδνῳ
  12. ζεῦξεν Ἐρυθραίων ὀρεσίδρομον ἅρμα λεόντων
  13. καὶ βλοσυρὴν ἴθυνε συνωρίδα, κυανέας δὲ
  14. ἄλλος ἐριπτοίητος ἀκοντίζων στίχας Ἰνδῶν
  15. ἀστεμφὴς ἀχάλινον ἐτέρπετο ταῦρον ἱμάσσων,
  16. καί τις ἀναΐξας Κυβελίδος εἰς ῥάχιν ἄρκτου
  17. ἔχραε δυσμενέεσσι, καὶ οἴνοπα θύρσον ἑλίσσων
  18. ἡνιόχους ἐφόβησε τανυκνήμων ἐλεφάντων·
  19. ἄλλος ἀκοντίζων στρατιὴν ταμεσόχροϊ κτσσῷ
  20. οὐ ξίφος, οὐ σάκος εἶχε περίτροχον, οὐ δόρυ χάρμης