Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἴκελος αἰχμάζοντι, πολυσπερέων ἀπὸ τόξων
  2. ἐκ κεφαλῆς βελέεσσι πεπαρμένος εἰς πόδας ἄκρους,
  3. Ἄρεος ὀρθὸν ἄγαλμα· καὶ αἰχμητῆρα θανόντα
  4. ὄμμασι θαμβαλέοισιν ἐθηήσαντο μαχηταί,
  5. ἔγχος ἔτι κρατέοντα καὶ οὐ ῥίψαντα βοείην,
  6. νεκρὸν ἀκοντιστῆρα καὶ ἄπνοον ἀσπιδιώτην.
  7. καί τις Ἀθηναίοιο τυχὼν δασπλῆτι σιδήρῳ
  8. δεξιτερὴν ἤμησε, βραχίονος ἄκρον ἀράξας·
  9. ἡ δὲ κυβιστήσασα φόνου βητάρμονι παλμῷ
  10. ἤριπεν ἀρτιδάικτος, ὁμήλικι σύμπλοκος ὤμῳ,
  11. ξανθὰ διαστίζουσα κατάρρυτα νῶτα κονίης.
  12. καί νύ κεν ἁλλομένης ταναὸν δόρυ χειρὸς ἐρύσσας
  13. ἔγχεϊ τηλεβόλῳ παλινάγρετον εἶχεν Ἐνυώ,
  14. καί λαιὴ πολέμιζε δορυσσόος ἀντίτυπος χείρ·
  15. ἀλλά μιν ἀντικέλευθος ἀνάρσιος ἔφθασεν ἀνήρ,
  16. καὶ λαιὴν προθέλυμνον ἀμοιβάδι τύψε μαχαίρῃ·
  17. καὶ παλάμη χθονὶ πῖπτεν, ἀκοντίζων δὲ φονῆα
  18. αἱμαλέης ἔρραινεν ἑκηβόλος ὁλκὸς ἐέρσης
  19. πορφυρέαις λιβάδεσσιν, ὑπὲρ δαπέδοιο δὲ δειλὴ
  20. ἅλμασιν αὐτοκύλιστος ἐπάλλετο μαινομένη χεὶρ