Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐ Διὸς ὠδίνοντος ἐμὲ κλονέουσι λοχεῖαι·
  2. πολλάκις ὠδίνουσαν ἐμὴν ἐνόησα γυναῖκα.
  3. σὺν σοὶ δʼ, ἤν ἐθέλῃ, γενέτης τεὸς αὐτοτόκος Ζεὺς
  4. ἄρσενι θωρήξειεν ἀρηγόνα θῆλυν Ἀθήνην,
  5. νίκην ἣν καλέουσιν, ἵνα πρηῶνας ἀράξας
  6. Παλλάδος αἱμάξω κεφαλὴν ταμεσίχροϊ πέτρῳ
  7. ἢ δορὶ τολμήεντι, καὶ εὐκεράων ἀπὸ τόξων
  8. μηρὸν ἀπειλητῆρος ὀιστεύσω Διονύσου,
  9. βουκεράων Σατύρων ἡγήτορος, οὐταμένου δὲ
  10. καὶ Διὶ καὶ Βρομίῳ καὶ Παλλάδι μῶμον ἀνάψω·
  11. εἰ δὲ σὺν ἀμφοτέροισι κορύσσεται ἀμφιγυήεις,
  12. δεύομαι Ἡφαίστου τεχνήμονος, ὄφρα καὶ αὐτῷ
  13. τεύχεα χαλκεύσειε πολύτροπα Δηριαδῆι.
  14. οὐ τρομέω ποτὲ θῆλυν ἐγὼ πρόμον· εἰ δὲ τινάσσει
  15. ἀστεροπὴν γενετῆρος, ἔχω πατρώιον ὕδωρ.
  16. καὶ θρασύν, ὃν καλέουσιν ὁμόγνιον αἷμα Λυαίου,
  17. Αἰακὸν οὐρανίοιο Διὸς βλάστημα τοκῆος
  18. Ζηνὶ καταχθονίῳ δεδαϊγμένον Ἄιδι πέμψω·
  19. οὐδέ μιν ἁρπάξειε διʼ ἠέρος ἱπτάμενος Ζεύς.
  20. καὶ πολέας Κρονίδαο δεδουπότας υἷας ἀκούω·