Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Δάρδανος ἐκ Διὸς ἔσκε καὶ ὤλετο, καὶ θάνε Μίνως,
  2. οὐδέ μιν ἐρρύσαντο Διὸς ταυρώπιδες εὐναί·
  3. εἰ δὲ θεμιστεύει καὶ ἐν Ἄιδι, τίς φθόνος Ἰνδοῖς,
  4. Αἰακὸς εἰ φθιμένοισι δικάζεται; ἤν δʼ ἐθελήσῃ,
  5. κοιρανίην κεκύων ἐχέτω καὶ σκῆπτρα βερέθρου.
  6. καὶ δολιχοῖς μελέεσσιν ἐπιψαύοντας Ὀλύμπου
  7. γηγενέας Κύκλωπας ὀλέσσατε μὴ δορὸς αἰχμὴν
  8. γαστρὶ μέσῃ πήξαντες ἤ αὐχένι, χαλκοβαρὲς δὲ
  9. ὀφθαλμῷ τροχόεντι βέλος τετορημένον ἔστω.
  10. μὴ χθονίους Κύκλωπας ὀλέσσατε· καὶ γὰρ ἐκείνων
  11. δεύομαι· Ἰνδῴῳ δὲ παρήμενος ἐσχαρεῶνι
  12. Βρόντης μὲν βαρύδουπον ἐμοὶ σάλπιγγα τελέσσῃ
  13. βρονταίοις πατάγοισιν ἰσόκτυπον, ὄφρά κεν εἴην
  14. Ζεὺς χθόνιος, Στερόπης δὲ νέην ἀντίρροπον αἴγλην
  15. ἀστεροπῆς τεύξειε καὶ ἐνθάδε· καί μιν ἐλέγξω
  16. μαρνάμενος Σατύροισιν, ἵνα φρένα μᾶλλον ἀμύξῃ
  17. Δηριάδην κτυπέοντα καὶ ἀστράπτοντα δοκεύων
  18. ζηλήμων Κρονίδης, πεφοβημένος ὄρχαμον Ἰνδῶν
  19. ὑψιγόνου φλογόεντος ἀκοντιστῆρα κεραυνοῦ.
  20. τίς φθόνος, εἰ πρηστῆρι μαχήμονα χεῖρα κορύσσω;