Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. χάζεό μοι, Διόνυσε, φυγὼν δόρυ Δηριαδῆος·
  2. ἔστι καὶ ἐνθάδε πόντος ἀπείριτος· ἀλλὰ θαλάσσης
  3. Ἀρραβίης μετὰ κῦμα καὶ ἡμετέρη σε δεχέσθω·
  4. εὐρύτερος βυθὸς οὗτος ἐρεύγεται ἄγριον [*](So MSS.: ἀγκύλον Ludwich.) ὕδωρ,
  5. καὶ Σατύρους καὶ Βάκχον ἐπάρκιός ἐστι καλύψαι
  6. καὶ στίχα Βασσαρίδων· οὐ μείλιχος ἐνθάδε Νηρεύς,
  7. οὐ Θέτις Ἰνδῴη σε δεδέξεται, οὐδέ σε κόλπῳ
  8. ξεινοδόκον μετὰ κῦμα πάλιν φεύγοντα σαώσει,
  9. αἰδομένη βαρύδουπον ἐμὸν πατρῷον Ὑδάσπην.
  10. ἀλλʼ ἐρέεις· Κρονίωνος Ὀλύμπιον αἷμα κομίζω.
  11. αἰθέρα Γαῖα λόχευσε χορῷ κεχαραγμένον ἄστρων·
  12. οὐρανόθεν γένος ἔσχες· ἐμὴ δέ σε Γαῖα καλύψει·
  13. καὶ Κρόνον ὠμηστῆρα νέων θοινήτορα παίδων
  14. οὐρανόθεν γεγαῶτα κατέρυφε κόλπος ἀρούρης.
  15. εἰμὶ δοριθρασέος στρατιῆς πρόμος· εἰμὶ Λυκούργου
  16. φέρτερος, ὅς σε δίωκε καὶ ἀπτολέμους σέο Βάκχας·
  17. σὸν γένος οὐ κλονέει με Διιπετές· αἰνομόρου γὰρ
  18. σῆς Σεμέλης ἤκουσα πυριβλήτους ὑμεναίους·
  19. μὴ στεροπὴν ἀγόρευε Διὸς νυμφοστόλον εὐνῆς,
  20. μὴ κεφαλὴν Κρονίωνος ἤ ἄρσενα μηρὸν ἐνίψῃς·