Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ῥύεο σοὺς ναετῆρος ἐφεσπομένους Διονύσῳ,
  2. μηδὲ τεοῦ Μαραθῶνος ὀλωλότα τέκνα νοήσῃς·
  3. ἀκταίης δὲ γέραιρε φερέπτολιν ὄζον ἐλαίης·
  4. Ἰκαρίῳ δὲ γέροντι χαρίζεο· καὶ γὰρ ἐκείνῳ
  5. δώσει ποικιλόβοτρυς ἑὴν Διόνυσος ὀπώρην·
  6. μνώεο Τριπτολέμοιο καὶ εὐαρότου Κελεοῖο,
  7. μὴ ταλάρους γονόεντας ἀτιμήσῃς Μετανείρης·
  8. καὶ γὰρ ἀοσσητῆρος ἐρισταφύλου σέο Βάκχου
  9. Ζεὺς γονόεις ὠδῖνα πατὴρ ἐγκύμονι μηρῷ,
  10. θηλυτέρην δʼ ἐλόχευσε τεὴν ὠδῖνα καρήνῳ.
  11. ἀλλὰ τεὴν δονέουσα γενέθλιον ἥλικα λόγχην,
  12. αἰγίδα δʼ αἰθύσσουσα κυβερνήτειραν Ἐνυοῦς,
  13. γίνεό μοι Σατύροισι βοηθόος, ὅττι καὶ αὐτοὶ
  14. αἰγὸς ὀρεσσινόμου λασίους φορέουσι χιτῶνας·
  15. καὶ θεὸς ἀγρονόμων, νομίης σύριγγος ἀνάσσων,
  16. αἰγίδος ὑμετέρης ἐπιδεύεται αἰγίβοτος Πάν,
  17. ὃς πρὶν ἀσυλήτοισιν ἐμοῖς σκήπτροις συνερίζων
  18. μάρνατο Τιτήνεσσι, γαλακτοφόρου δὲ τιθήνης
  19. αἰγὸς Ἀμαλθείης ὀρεσίδρομος ἔπλετο ποιμήν·
  20. ῥύεό μιν μετόπισθε βοηθόον Ἀτθίδι χάρμῃ,