Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Μηδοφόνον ῥυτῆρα τινασσομένου Μαραθῶνος·
  2. αἰγίδα σεῖο τίνασσε προασπίζουσα Λυαίου,
  3. σεῖο κασιγνήτου μελαναίγιδος, ὃς σέο πάτρην
  4. ῥύσεται ἐξελάσας Βοιώτιον ἡγεμονῆα·
  5. καὶ μέλος ἀείσει ζωάγριον ἀστὸς Ἐλευθοῦς
  6. πιστὸν ἀνευάζων Ἀπατούριον υἷα Θυώνης,
  7. εἰ μιγάδην Φρύγα ῥυθμὸν ἀνακρούσουσιν Ἀθῆναι
  8. λιμναῖον μετὰ Βάκχον Ἐλευσινίῳ Διονύσῳ.
  9. ὦ γένος ἀλλοπρόσαλλον Ὀλύμπιον· ἆ μέγα θαῦμα·
  10. ξείνῳ Δηριαδῆι παρίσταται Ἀργολὶς Ἥρη,
  11. Κεκροπίδας δὲ φάλαγγας ἀναίνεται Ἀτθὶς Ἀθήνη,
  12. μητρὶ δὲ πιστὰ φέρων, ἐμὸν υἱέα Βάκχον ἐάσας
  13. καὶ στρατιὴν Θρήισσαν ἐφεσπομένην Διονύσῳ,
  14. ῥύεται Ἰνδὸν ὅμιλον ἐμὸς Θρηίκιος Ἄρης.
  15. ἀλλὰ πυρὶ φλογόεντι συναιχμάζων Διονύσῳ,
  16. μοῦνος ἐγὼ πάντεσσι κορύσσομαι, εἰσόκε Βάκχος
  17. κυανέην προθέλυμνον ἀιστώσειε γενέθλην.
  18. καὶ σύ, τελεσσιγόνου φιλοπάρθενε νυμφίε Γαίης,
  19. ἠρεμέεις, Ἥφαιστε, καὶ οὺκ ἀλέγεις Μαραθῶνος,
  20. ἦχι θεᾶς ἀγάμου γάμιον σέλας; οὔ σε διδάξω