Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὁππόθι κωμάζουσα χοροίτυπος ἴαχε Βάκχη,
  2. σοὶ μέλος ἐντύνουσα καὶ ἀγρύπνῳ Διονύσῳ,
  3. Δελφικὸν ἀμφοτέροισιν ὁμόζυγον ἁψαμένη πῦρ.
  4. μνώεο σῆς, κλυτότοξε, λεοντοφόνοιο Κυρήνης·
  5. δὸς χάριν ἀμφοτέροισι, καὶ Ἀγρέι καὶ Διονύσῳ·
  6. ὡς Νόμιος Σατύρων νομίων προμάχιζε γενέθλης.
  7. Ἥρης ζῆλον ἄλαλκε βαρύφρονα, μή ποτε Φοίβου
  8. μητρυιὴ γελάσειε Διωνύσοιο φυγόντος,
  9. ἥ τις ἐμῶν μεθέπουσα χόλον καὶ ζῆλον ἐρώτων
  10. αἰὲν ἐμοῖς τεκέεσσι κορύσσεται· οὔ σε διδάξω
  11. μητέρος ὑμετέρης λόχιον πόνον, ἡνίκα παίδων
  12. δίζυγα φόρτον ἔχουσα πολύπλανος ἤιε Λητώ,
  13. κέντροις παιδογόνοισιν ἱμασσομένη τοκετοῖο,
  14. ὁππότε Πηνειοῖο φυγὰς ῥέος, ὁππότε Δίρκη
  15. μητέρα σὴν ἀπέειπεν, ὅτε δρόμον εἶχε καὶ αὐτὸς
  16. Ἀσωπὸς βαρύγουνος ὀπίστερον ἴχνος ἐλίσσων,
  17. εἰσόκε Δῆλος ἄμυνε μογοστόκος, εἰσόκε Λητὼ
  18. οὐτιδανοῖς πετάλοισι γέρων μαιώσατο φοῖνιξ.
  19. καὶ σύ, Διὸς πατέρος καὶ μητέρος ἄτρομε κούρη,
  20. γνωτῷ, Παλλάς, ἄμυνε τεῆς κοσμήτορι πάτρης·