Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἡμερίδων ὄρπηκι διασχίζων δέμας Ἰνδῶν
  2. μαρναμένων.—καὶ πάντες, ὅσοι ναετῆρες Ὀλύμπου,
  3. Ζηνὶ παρεδριόωντες ἔσω θεοδέγμονος αὐλῆς
  4. πασσυδὸν ἠγορόωντο πολυχρύσων ἐπὶ θώκων.
  5. τοῖσι δὲ δαινυμένοισιν ἀπὸ κρητῆρος ἀφύσσων
  6. εὐχαίτης γλυκὺ νέκταρ ἐῳνοχόει Γανυμήδης.
  7. οὐ τότε γὰρ Τρώεσσιν Ἀχαιικὸς ἔβρεμεν Ἄρης,
  8. ὡς πάρος ὄφρα κύπελλα πάλιν μακάρεσσι κεράσσῃ
  9. ἥβη καλλιέθειρα, καὶ ἀθανάτων ἑκὰς εἴη
  10. Τρώιος οἰνοχόος, μὴ πατρίδος οἶτον ἀκούσῃ.
  11. τοῖσι συναγρομένοις ἀγορήσατο μητίετα Ζεύς,
  12. ἔννεπε δʼ Ἀπόλλωνι καὶ Ἡφαίστῳ καὶ Ἀθήνῃ·
  13. ἄξονος ὀμφαίοιο θεηγόρε κοίρανε Πυθοῦς,
  14. τοξοσύνης σκηπτοῦχε, σελασφόρε, σύγγονε Βάκχου,
  15. μνώεο Παρνησσοῖο καὶ ὑμετέρου Διονύσου·
  16. ἄμπελος οὔ σε λέληθεν ἐφήμερος· οἶσθα καὶ αὐτὴν
  17. ἀμφοτέρων σκοπέλων διδυμάονα μύστιδα πεύκην·
  18. ἀλλὰ κασιγνήτοιο τεοῦ προμάχιζε Λυαίου,
  19. Βασσαρίδων ἐπίκουρος Ὀλύμπια τόξα τιταίνων·
  20. Παρνησσοῦ δὲ γέραιρε τεὴν ξυνήονα πέτρην,