Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τεύχων λαρὰ ῥέεθρα, καὶ ἀγριάδος λόφον ὕλης
  2. μιτρώσω πετάλοισι καὶ ἀμπελόεντα τελέσσω·
  3. εἰ δὲ πάλιν προχοῇσιν ἀλεξικάκοισιν ἀρήξει
  4. Ἰνδοῖς κτεινομένοισι καὶ υἱέι Δηριαδῆι,
  5. ἀνδροφυὴς κερόεσσαν ἔχων ποταμηίδα μορφήν,
  6. χεῦμα γεφυρώσαντες ὑπερφιάλου ποταμοῖο
  7. ἴχνεσιν ἀβρέκτοισιν ὁδεύσατε δίψιον ὕδωρ,
  8. καὶ γυμνῇ ψαμάθῳ πατέων αὐχμηρὸν Ὑδάσπην
  9. πεζὸς ὄνυξ εὔιππος ἐπιξύσειε κονίην.
  10. εἰ δὲ πολυπτοίητος Ἀρειμανέων πρόμος Ἰνδῶν
  11. αἰθερίου Φαέθοντος ἀπόσπορός ἐστι γενέθλης,
  12. καὶ Φαέθων πυρόεσσαν ἐμοὶ στήσειεν Ἐνυώ,
  13. θυγατέρος κερόεσσαν ἑῆς ὠδῖνα γεραίρων,
  14. γνωτὸν ἐμοῦ Κρονίδαο πάλιν Φαεθοντίδι χάρμῃ
  15. πόντιον ὑδατόεντα πυρὸς σβεστῆρα κορύσσω·
  16. Θρινακίην δʼ ἐπὶ νῆσον ἐλεύσομαι, ὁππόθι ποῖμναι
  17. καὶ βόες αἰθερίοιο πυραυγέος Ἡνιοχῆος,
  18. ἠελίου δὲ θύγατρα, δορικτήτην ἅτε κούρην,
  19. Λαμπετίην ἀέκουσαν ὑπὸ ζυγὰ δούλια σύρω,
  20. ὄφρα γένυ κλίνειε· καὶ εἰς ὄρος Ἀστρὶς ἀλάσθω,