Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. κύματι πορφύροντι μεσημβριὰς ἕλκεται ἅλμη·
  2. καὶ στρατιὴν εὔχαλκον ἄναξ ἔστησε τετάρτην
  3. ἀντολίης ὑπὸ πέζαν, ὅθεν δονακῆα διαίνων
  4. στέλλεται εὐόδμοισι κατάρρυτος ὕδασι Γάγγης.
  5. κεκριμένης δὲ φάλαγγος ἐυκνήμιδος ἑκάστης
  6. τέσσαρας εὐπήληκας ἐκόσμεεν ἡγεμονῆας,
  7. καὶ στρατὸν ὀτρύνων λαοσσόον ἴαχε φωνήν·
  8. Βασσαρίδες, καὶ δεῦρο χορεύσατε, δυσμενέων δὲ
  9. κτείνατε βάρβαρα φῦλα, καὶ ἔγχεσι μίξατε θύρσους,
  10. μίξατε καὶ ξιφέεσσι· καὶ ἠθάδος ἀντὶ τραπέζης
  11. σάλπιγξ ἐγρεκύδοιμος ἐμοῖς Σατύροισι γενέσθω
  12. πηκτὶς ἐμή· χλοερὴ δὲ καταιχμάζουσα σιδήρου
  13. δούρατα νικήσειεν ἀκαχμένα φυλλὰς ὀπώρη·
  14. ἀντὶ δὲ νυκτελίοιο χοροστασίης Διονύσου
  15. αὐλὸς ἐμὸς φθέγξαιτο μετάτροπον ὕμνον Ἐνυοῦς,
  16. τερψινόου Βρομίοιο λιπὼν ἐπιδόρπιον Ἠχώ.
  17. εἰ μὲν ἐμοὶ γόνυ δοῦλον ὑποκλίνειεν Ὑδάσπης
  18. μηδὲ πάλιν Βάκχοισι παλίγκοτον οἶδμα κορύσσῃ,
  19. ἔσσομαι εὐάντητος, ὅλον δέ οἱ ἀγλαὸν ὕδωρ
  20. χεύμασι ληναίοισιν ἐς Εὔιον οἶνον ἀμείψω,