Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μυρομένη βαρύδεσμον ὀπάονα Δηριαδῆα·
  2. ἐλθέτω, ἢν ἐθέλῃ, μετανάστιος εἰς χθόνα Κελτῶν,
  3. ὄφρα φυτὸν γεγαυῖα σὺν Ἡλιάδεσσι καὶ αὐτὴ
  4. πυκνὰ φιλοθρήνοισιν ἐπικλαύσειε ῥεέθροις.
  5. σπεύσατέ μοι καὶ κύκλα μελαρρίνοιο προσώπου
  6. Ἰνδῶν ληιδίων λευκαίνετε μύστιδι γύψῳ,
  7. καὶ θρασὺν ἀμπελόεντι περιπλεχθέντα κορύμβῳ---
  8. νεβρίδα χαλκοχίτωνι καθάψατε Δηριαδῆι·
  9. καὶ Βρομίῳ γένυ δοῦλον ὑποκλίνων μετὰ νίκην
  10. Ἰνδὸς ἄναξ ῥίψειεν ἑὸν θώρηκα θυέλλαις,
  11. κρείσσονι λαχνήεντι δέμας θώρηκι καλύπτων,
  12. καὶ πόδα πορφυρέοισι περισφίγξειε κοθόρνοις
  13. ἀργυρέας ἀνέμοισιν ἑὰς κνημῖδας ἐάσας,
  14. καὶ μετὰ φοίνια τόξα καὶ ἠθάδος ἔργα κυδοιμοῦ
  15. ὄργια νυκτιχόρευτα διδασκέσθω Διονύσου,
  16. βάρβαρα δινεύων ἐπιλήνια βόστρυχα χαίτης.
  17. δυσμενέων δὲ κάρηνα κομίσσατε σύμβολα νίκης
  18. Τμῶλον ἐς ἠνεμόεντα, πεπαρμένα μάρτυρι θύρσῳ.
  19. πολλὰς δʼ ἐκ πολέμοιο μεταστήσω στίχας Ἰνδῶν
  20. ζωγρήσας μετʼ Ἄρηα, παρὰ προπύλαια δὲ Λυδῶν