Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οἱ δὲ σάκος φορέοντες, ὁ δὲ κληῖδα φαρέτρης·
  2. ἄλλος ἀνηέρταζεν ἀνὴρ χαλκήλατον ἅρπην
  3. ἀμητὴρ πολέμοιο, καὶ ἔστιχεν ἄλλος ἀείρων
  4. ἀσπίδα καὶ θοὰ τόξα καὶ ἠνεμόεντας ὀιστούς.
  5. καὶ μόθον ἐστήσαντο παρὰ στόμα γείτονος Ἰνδοῦ,
  6. εἰς πεδίον προθέοντες. ἀπʼ εὐδένδροιο δὲ λόχμης
  7. ἀσπίσι καὶ ξιφέεσσι καὶ ἀρραγέεσσι πετήλοις
  8. θυρσοφόρος Διόνυσος ἑοὺς ἐκόρυσσε μαχητάς.
  9. καὶ πισύρων ἀνέμων φλογερῆς ἀντώπιον Ἠοῦς
  10. τέτραχα τεμνομένην στρατιὴν ἐστήσατο Βάκχων·
  11. πρώτην μὲν βαθύδενδρα παρὰ σφυρὰ κυκλάδος Ἄρκτου,
  12. ἧχι πολυσπερέων ποταμῶν πεφορημένον ὁλκῷ
  13. Καυκασίου σκοπέλοιο Διιπετὲς ἔρχεται ὕδωρ,
  14. τὴν αὐτὴν παρὰ πέζαν, ὅπῃ περιμήκεϊ πορθμῷ
  15. χεῦμα παλινδίνητον ἄγει βαρύδουπος Ὑδάσπης·
  16. τὴν ἑτέρην δὲ φάλαγγα συνήρμοσεν, ὁππόθι γαίης
  17. μεσσατίης στεφανηδὸν ἐς ἑσπέριον κλίμα νεύων
  18. δίστομος οὺρεσίφοιτος ἑὸν ῥόον Ἰνδὸς ἑλίσσει,
  19. χεύμασιν ἀμφίζωστον ἐπιστέψας Παταλήνην·
  20. καὶ τριτάτην κόσμησεν, ὅπῃ νοτίῳ παρὰ κόλπῳ