Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἄξατέ μοι Κορύβαντας ἀτευχέας· ὀλλυμένοις δὲ
  2. διχθαδίοις τεκέεσσιν ἐπικλαύσειε Καβειρώ,
  3. Λημνιὰς ἀκρήδεμνος· ἀπορρίψας δὲ πυράγρην
  4. αἰθαλόεις Ἥφαιστος ἑῆς ὀλετῆρα γενέθλης
  5. ἥμενον ἀθρήσειεν ὑπὲρ δίφροιο Καβείρων
  6. ἵππων χαλκοπόδων ἐπιβήτορα Δηριαδῆα.
  7. κτείνω μὲν Διὸς υἷας· Ἀρισταῖον δὲ δαμάσσαι
  8. οὐ φθονέω Μορρῆι, λαγωβόλον υἱέα Φοίβου,
  9. οὐτιδανῆς ἐλατῆρα φιλοπτολέμοιο μελίσσης.
  10. ὑμεῖς μὲν δρεπάνοισι καὶ ἀμφιπλῆγι μαχαίρῃ
  11. κτείνετε Βασσαρίδων ἁπαλὰς στίχας, ὑψίκερων δὲ
  12. παῖδα Διὸς κερόεις ποταμήιος υἱὸς ὀλέσσει,
  13. μή τις ὑποπτήσσειεν ἰδὼν ἐλατῆρα λεαίνης
  14. ἢ πρόμον ἀγροτέρης ἐπιβήμενον ἰξύος ἄρκτου,
  15. μὴ θηρῶν ζυγίων βλοσυρὸν στόμα· τίς γὰρ ἀλύξει
  16. πόρδαλιν ἠὲ λέοντα κορυσσομένων ἐλεφάντων;
  17. ὣς φαμένου βασιλῆος ἐπὶ κλόνον ἤιον Ἰνδοί,
  18. οἱ μὲν ὑπὲρ νώτοιο σιδηροφόρων ἐλεφάντων,
  19. οἱ δὲ συνεστρατόωντο θυελλοπόδων ὑπὲρ ἵππων.
  20. καὶ πέλας ἦν πρυλέων στρατὸς ἄπλετος, οἱ μὲν ἀκωκάς,