Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὄρθιον ἔγχος ἔχων τιμήορον, ὄφρα δαμάσσῃ
  2. λαὸν ὅλον Βρομίοιο, καὶ ἤθελε μοῦνος ἐρίζειν
  3. Βάκχῳ γνωτοφόνῳ, καὶ ἀνούτατον υἷα Θυώνης
  4. οὐτῆσαι μενέαινε κασιγνήτοιο φονῆα.
  5. καί σφισιν ὡμάρτησε πολυγλώσσων γένος Ἰνδῶν,
  6. οἵ τʼ ἔχον Ἠελίοιο πόλιν, καλλίκτιτον Αἴθρην,
  7. ἀννεφέλου δαπέδοιο θεμείλιον, οἵ τʼ ἔχον ἄμφω,
  8. Ἀνθηνῆς λασιῶνα καὶ Ὠρυκίης δονακῆα,
  9. καὶ φλογερὴν Νήσαιαν ἀχειμάντους τε Μελαίνας,
  10. καὶ πέδον εὐδίνητον ἁλιστεφάνου Παταλήνης·
  11. τοῖς ἔπι Δυσσαίων πυκιναὶ στίχες, οἷσι καὶ αὐτῶν
  12. φρικτὰ δασυστέρνων ἐκορύσσετο φῦλα Σαβείρων,
  13. τοῖσιν ἐνὶ κραδίῃ λάσιαι τρίχες, ὧν χάριν αἰεὶ
  14. ψυχῆς θάρσος ἔχουσι καὶ οὐ πτώσσουσιν Ἐνυώ.
  15. τοῖσι συνεστρατόωντο καὶ ἀνέρες Οὐατοκοῖται,
  16. οἷσι θέμις δολιχοῖσιν ἐπʼ οὔασιν ὕπνον ἰαύειν·
  17. τοὺς μὲν Φρίγγος ἵκανε καὶ Ἄσπετος εἰς μόθον ἕλκων
  18. αὐχήεις τε Δάνυκλος ὁμόστολος, οἶς ἅμα βαίνων
  19. Ἱππουρῷ συνάεθλος ἑκηβόλος ἔστιχε Μορρεύς·
  20. καὶ νόον ἶσον ἔχοντες ὅλον στρατὸν Οὐατοκοίτην