Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τοῖς δʼ ἐπὶ θαρσήεντες ἐπεστρατόωντο μαχηταί,
  2. Δάρδαι καὶ Πρασίων στρατιαί, καὶ φῦλα Σαλαγγῶν
  3. χρυσοφόρων, οἷς πλοῦτος ὁμέστιος, οἷς θέμις αἰεὶ
  4. χέδροπα καρπὸν ἔδειν βιοτήσιον· ἀντὶ δὲ σίτου
  5. κεῖνον ἀλετρεύουσι μύλης τροχοειδέι κύκλῳ·
  6. καὶ σκολιοπλοκάμων Ζαβίων στίχες, οἶσιν ἐχέφρων
  7. Παλθάνωρ πρόμος ἦεν, ὃς ἔστυγε Δηριαδῆα
  8. ἤθεσιν εὐσεβέεσσιν ὁμοφρονέων Διονύσῳ·
  9. τὸν μὲν ἄναξ Διόνυσος ἄγων μετὰ φύλοπιν Ἰνδῶν
  10. ἀλλοδαπὸν ναετῆρα λυροδμήτῳ πόρε Θήβῃ·
  11. καὶ Δίκῃ παρέμιμνε λιπὼν πατρῷον Ὑδάσπην,
  12. Ἀονίου ποταμοῖο πιὼν Ἰσμήνιον ὕδωρ.
  13. τοῖς δʼ ἐπὶ κυδιόων στρατὸν ἄσπετον ὥπλισε Μορρεὺς
  14. Διδνασίδης, γενετῆρι συνέμπορος, ὃς τότε λυγρῷ
  15. γήραϊ πένθος ἔχων κεκερασμένον ἥψατο χάρμης,
  16. γηραλέῃ παλάμῃ πολυδαίδαλον ἀσπίδα πάλλων
  17. καὶ πολιῷ λειμῶνι κατάσκιον ἀνθερεῶνα
  18. αὐτόματον κήρυκα χρόνου δολιχοῖο τινάσσων,
  19. υἱὸν ἔτι στενάχων μινυώριον, Ἰνδὸν Ὀρόντην,
  20. Δίδνασος αἰολόδακρυς· ἅναξ δέ οἱ ἔσπετο Μορρεὺς