Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πέντε δαφοινήεντες ἐκόσμεον ἡγεμονῆες.
  2. Τέκταφος εἰς μόθον ἦλθεν ἑκηβόλος, ὅς ποτε κούρης
  3. χείλεσι πειναλέοισιν ἀλεξητήρια πότμου
  4. πατροκόμου δολόεντος ἀμέλγετο χεύματα μαζοῦ,
  5. Τέκταφος, αὐαλέος ψαφαρῷ χροΐ, νεκρὸς ἐχέφρων,
  6. ὁππότε μιν σκηπτοῦχος ἔχων ἄστοργον ἀπειλὴν
  7. Δηριάδης, σειρῇσι πολυπλέκτοισι πιέζων,
  8. δέσμιον εὐρώεντι κατεκλήισσε βερέθρῳ,
  9. ἄτροφον, αὐχμώοντα, δέμας κεκαφηότα λιμῷ,
  10. ἄμμορον ἠελίοιο καὶ εὐκύκλοιο σελήνης.
  11. καὶ χθονίῳ κεκάλυπτο βυθῷ πεπεδημένος ἀνήρ,
  12. οὐ ποτόν, οὔ τινα δαῖτα φέρων, οὐ φῶτα δοκεύων,
  13. ἀλλὰ πεδοσκαφέων λαγόνων ὑπὸ κοιλάδι πέτρῃ
  14. κεῖτο δυηπαθέων· χρονίῳ δʼ ἐστρεύγετο λιμῷ
  15. πειναλέων στομάτων ὀλιγοδρανὲς ἄσθμα τιταίνων,
  16. ἔμπνοος ἀπνεύστοισιν ὁμοίιος· οἶα δὲ νεκροῦ
  17. ἐκ χροὸς ἀζαλέοιο δυσώδεες ἔπνεον αὖραι.
  18. καὶ φθλάκων στρατὸς ἦεν ἐελμένον ἄνδρα φυλάσσων,
  19. ὃν τότε κερδαλέη θυγάτηρ ἀπατήνορι μύθῳ
  20. ἤπαφεν· ἱκεσίην δὲ βαρύστονον ἴαχε φωνὴν