Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ πολὺς ἔνθα καὶ ἔνθα θυελλήεντι πεδίλῳ
  2. λαὸν ἀολλίζων ἑτερόπτολιν ἤιε κῆρυξ
  3. ἠῴην παρὰ πέζαν· Ἀρειμανέες δὲ μαχηταὶ
  4. πάντοθεν ἠγερέθοντο καλεσσαμένου βασιλῆος.
  5. πρῶτα μὲν ὡπλίζοντο κυβερνητῆρες Ἐνυοῦς,
  6. Ἀγραῖος Φλόγιός τε, συνήλυδες ἡγεμονῆες,
  7. ἀρτιτελὲς μετὰ σῆμα νεοφθιμένοιο τοκῆος,
  8. Εὐλαίου δύο τέκνα· συνεστρατόωντο δὲ λαοί,
  9. ὅσσοι Κῦρα νέμοντο καὶ Ἰνδῴου ποταμοῖο
  10. Βαίδιον Ὀμβηλοῖο παρὰ πλατὺ βάρβαρον ὕδωρ,
  11. καὶ Ῥοδόην εὔπυργον, Ἀρειμανέων πέδον Ἰνδῶν,
  12. καὶ κραναὸν Προπάνισον, ὅσοι τʼ ἔχον ἄντυγα νήσου
  13. Γραιάων, ὅθι παῖδες ἐθήμονος ἀντὶ τεκούσης
  14. ἄρσενα μαζὸν ἔχουσι γαλακτοφόρου γενετῆρος,
  15. χείλεσιν ἀκροτάτοισιν ὑποκλέπτοντες ἐέρσην·
  16. οἴ τε Σεσίνδιον αἰπύ, καὶ οἳ λινοερκέι κύκλῳ
  17. Γάζον ἐπυργώσαντο μιτοπλέκτοισι δομαίοις,
  18. ἀρραγές, εὐποίητον ἐυκλώστοισι θεμέθλοις,
  19. Ἄρεος ἀκλινὲς ἕρμα, καὶ οὕ ποτε δήιος ἀνὴρ
  20. χαλκὸν ἔχων ἔρρηξε λινοχλαίνων στίχα πύργων.