Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πολλάκι δʼ εὐθώρηκα μετάρσιον ἀσπιδιώτην
  2. ὄρθιον ἠέρταζε πεπαρμένον ἅρπαγι λαιμῷ,
  3. ἄνδρα δὲ καρχαρόδοντι κατεπρήνιξεν ἀκωκῇ
  4. καὶ νέκυν αὐτοκύλιστον ἐπὶ στροφάλιγγι κονίης
  5. ὑψόθεν ἠκόντιζε παλινδίνητον ἀλήτην,
  6. αἰθύσσων ἑλικηδὸν ἴτυν σκολιοῖο γενείου
  7. κάρχαρον ἔνθα καὶ ἔνθα παρὰ προβολῇσιν ὀδόντων
  8. ἀντίτυπον σπειρηδὸν ἐχιδνήεσσιν ἀκάνθαις,
  9. ἄχρι ποδῶν τανύων κεχαραγμένον ἆορ ὀδόντων.
  10. τοὺς μὲν ἄναξ Διόνυσος ἄγων μετὰ φύλοπιν Ἰνδῶν
  11. Καυκασίην παρὰ πέζαν Ἀμαζονίου ποταμοῖο
  12. εἰς φόβον εὐπήληκας ἀνεπτοίησε γυναῖκας,
  13. ἠλιβάτων λοφίῃσιν ἐφεδρήσσων ἐλεφάντων.
  14. ἀλλὰ τὰ μὲν μετὰ δῆριν. ἐς ὑσμίνην δὲ Λυαίου
  15. Δηριάδῃ καλέοντι τότε πρόμος ἦλθε Πυλοίτης,
  16. ὀρθοπόδην ἐλέφαντα κατὰ κλόνον ἡνιοχεύων,
  17. καλλιτόκου Μαραθῶνος Ἀρειμανὲς αἷμα γενέθλης·
  18. καί οἱ ἐς ὑσμίνην ἑτερόθροος ἕσπετο γείτων
  19. λαὸς ἐυκρήδεμνον Ἐριστοβάρειαν ἐάσας.
  20. Δερβίκων δὲ γένεθλα συνέσπετο Δηριαδῆι