Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἐκ ποδὸς ἀκροτάτου μελανόχροος ἄχρι καρήνου·
  2. γναθμοῖς μηκεδανοῖσιν ἔχων προβλῆτας ὀδόντας
  3. δίζυγας, ἀμητῆρι τύπῳ γαμψώνυχος ἅρπης,
  4. θηγαλέῳ τμητῆρι, διαστείχει στίχα δένδρων
  5. ποσσὶ τανυκνήμοισιν· ἔχων δʼ ἴνδαλμα καμήλων
  6. καὶ λοφίην ἐπίκυρτον, ἑῷ πολυχανδέι νώτῳ
  7. ἑσμὸν ἄγει νήριθμον ἐπασσυτέρων ἐλατήρων,
  8. δινεύων στατὸν ἴχνος ἀκαμπέι γούνατος ὁλκῷ,
  9. καὶ τύπον εὐρυμέτωπον ἐχιδναίοιο καρήνου,
  10. αὐχένα βαιὸν ἔχων κυρτούμενον· εἷλε δὲ λεπτὸν
  11. ὄμμασιν ἰσοτύποισι συῶν ἴνδαλμα προσώπου,
  12. ὑψιφανής, περίμετρος· ἑλισσομένου δὲ πορείῃ
  13. οὔατα μὲν λιπόσαρκα, παρήορα γείτονι κόρσῃ,
  14. λεπταλέων ἀνέμων ὀλίγῃ ῥιπίζεται αὔρῃ·
  15. πυκνὰ δὲ μαστίζουσα δέμας νωμήτορι παλμῷ
  16. λεπτοφυὴς ἐλάχεια τινάσσεται ἄστατος οὐρή.
  17. πολλάκι δʼ ἐν πολέμοισι γένυν προβλῆτα τινάσσων
  18. ἀνέρι ταυροκάρηνος ἐπέχραεν ἠλίβατος θήρ,
  19. ξείνην καρχαρόδοντα φέρων ἑτερόστομον ἅρπην,
  20. δινεύων ἑκάτερθε γενειάδος ἔμφυτον αἰχμήν·