Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Αἰθίοπές τε Σάκαι τε καὶ ἔθνεα ποικίλα Βάκτρων,
  2. καὶ πολὺς οὐλοκόμων Βλεμύων στρατός. ἀλλοφανῆ δὲ
  3. Αἰθίοπες μεθέπουσι τύπον τεχνήμονα χάρμης·
  4. ἵππου γὰρ φορέοντες ὀλωλότος ἄντυγα κόρσης
  5. ψευδόμενοι κρύπτουσιν ἀληθέα κύκλον ὀπωπῆς,
  6. καὶ κεφαλὴν βροτέην ἑτέρῳ σφίγγουσι προσώπῳ,
  7. ἄπνοον ἀσκήσαντες ἐς ἔμπνοον, ἐν δὲ κυδοιμοῖς
  8. δήιον ἀγνώσσοντα νόθῳ κλονέουσι καρήνῳ·
  9. καὶ πρόμος ἐκ στομάτων ἀπατήλιον ἦχον ἰάλλει,
  10. ἵππιον ἀνδρομέῃ προχέων χρεμετισμὸν ἰωῇ.
  11. οἱ μὲν ἀολλίζοντο καλεσσαμένου βασιλῆος.
  12. πάντων δʼ ἡγεμόνευεν ἐς Ἄρεα κοίρανος Ἰνδῶν,
  13. ὃν διερῇ φιλότητι πατὴρ ἔσπειρεν Ὑδάσπης,
  14. Ἀστρίδος εὐώδινος ὁμιλήσας ὑμεναίοις,
  15. κούρης Ἠελίοιο. φάτις δέ τις, ὅττί ἑ μήτηρ
  16. νηιὰς Ὠκεανοῖο γένος τεκνώσατο Κητώ,
  17. ἥν ποτε παφλάζοντι διερπύζων περὶ παστῷ
  18. νυμφίος ὑδατόεντι γάμῳ πήχυνεν Ὑδάσπης
  19. γνήσιον αἷμα φέρων Τιτήνιον· ἀρχεγόνων γὰρ
  20. ἐκ λεχέων Θαύμαντος ἐγείνατο δίζυγα φύτλην