Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἐσσομένην θέσπιζεν ἀφωνήτων στίχα παίδων,
  2. εἰναλίης ἴνδαλμα λιπογλώσσοιο γενέθλης.
  3. καὶ τότε μάντις ἔλεξε προάγγελα θέσφατα κεύθειν,
  4. ὄφρά κεν ἱλάσκοιτο τανύπτερον υἱέα Μαίης,
  5. γλώσσης ἡγεμονῆα, σοφῆς ἰθύντορα φωνῆς.
  6. Λαοβίη δʼ ὤδινεν, ἀμοιβαίῃ δὲ λοχείῃ
  7. τίκτε συὸς βρεφέεσσιν ἰσηρίθμων στίχα παίδων,
  8. ἰχθύσιν ἀφθόγγοισιν ἐοικότας, οὓς μετὰ νίκην
  9. Βάκχος ἄναξ ἐλέαιρε, λιποφθόγγων δʼ ἀπὸ λαιμῶν
  10. γλώσσης δεσμὸν ἔλυσε, καὶ ἤλασεν ἥλικα σιγήν,
  11. φωνὴν δʼ ὀψιτέλεστον ἐπεξύνωσεν ἑκάστῳ.
  12. τοῖσι συνεστρατόωντο φερεσσακέες πολεμισταί,
  13. οἵ τε Πύλας ἐνέμοντο καὶ οἳ λάχον ἐγγύθεν Εὕρου
  14. ναιομένην Εὔκολλα, μαχήμονος ἔνδιον Ἠοῦς,
  15. καὶ ζαθέην Γορύανδιν ἐύσπορον αὔλακα γαίης.
  16. τοῖς δʼ ἐπὶ θωρήχθησαν, ὅσοι λάχον ἄντυγας Οἴτης,
  17. μητέρα δενδρήεσσαν ἀμετροβίων ἐλεφάντων,
  18. οἷς φύσις ὤπασε κύκλα διηκοσίων ἐνιαυτῶν
  19. ζώειν ἀενάοιο χρόνου πολυκαμπέι νύσσῃ,
  20. ἠὲ τριηκοσίων· καὶ βόσκεται ἄλλος ἐπʼ ἄλλῳ,