Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. δεξιτερὸν πολέμοιο κέρας τεκέεσσιν ἐάσας,
  2. οὓς φύσις ἀφθόγγων στομάτων σφρηγίσσατο δεσμῷ,
  3. γλῶσσαν ὑποσφίγξασα σοφῆς ὀχετηγὸν ἰωῆς·
  4. ὁππότε γὰρ θαλάμοιο παρὰ φλιῇσι χορεύων
  5. Λαοβίην ζυγίοιο γάμου πιστώσατο θεσμῷ
  6. παιδογόνοις Ἄρητος ὁμιλήσας ὑμεναίοις,
  7. ἔνθεον ἔπλετο θάμβος, ἐπεὶ γαμίῳ παρὰ βωμῷ
  8. νυμφοκόμῳ πεπόνητο θυηπολέων Ἀφροδίτῃ
  9. νυμφίος ἀρτιχόρευτος, ἐν εὐύμνῳ δὲ μελάθρῳ
  10. δοῦπον ἀνακλάγξασα λεχώιον ἀνθερεῶνος
  11. μάντις ἐπεσσομένων ἐβαρύνετο πουλυτοκος σῦς,
  12. ἀλλοίην καὶ ἄπιστον ἐλαφρίζουσα λοχείην,
  13. καὶ νεπόδων ὤδινε νόθον γένος, ἐκ λαγόνων δὲ
  14. ὑγρὴν ἰχθυόεσσαν ἀνηκόντιζε γενέθλην,
  15. ἀντὶ τόκου χθονίοιο λοχευσαμένη τόκον ἅλμης.
  16. καὶ συὸς ἰχθυγόνοιο πολύστομος ἵπτατο Φήμη
  17. λαὸν ἀολλίζουσα· πολυσπερέες δὲ πολῖται
  18. χερσαίην πολύτεκνον ἐθηήσαντο γενέθλην,
  19. ἰσοφυὲς μίμημα θαλασσοτόκοιο λοχείης.
  20. μαντιπόλον δʼ ἐρέεινε θεηγόρον· εἰρομένῳ δὲ