Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μηκεδαναῖς γενύεσσιν· ἐπʼ αἰγιαλοῖο δὲ βαίνει
  2. αἰχμῇ καρχαρόδοντι διασχίζων ῥάχιν ὕλης,
  3. καὶ διερὴν ἀχάρακτον ἔχων γένυν ἅρπαγα καρπῶν
  4. μιμηλῇ δρεπάνῃ σταχυηφόρα λήια τέμνει,
  5. ἀμητὴρ ἀσίδηρος ἀμαλλοφόρου τοκετοῖο·
  6. τοῖα μὲν ἑπταπόροιο φατίζεται εἴκελα Νείλου
  7. Ἰνδῴου ποταμοῖο φέρειν μένος. οἱ δὲ λιπόντες
  8. νήσων ἀγκύλα κύκλα καὶ ἕδρανα γείτονος Ἰνδοῦ
  9. ἄνδρες ἐθωρήσσοντο μαχήμονες, ὦν πρόμος ἀνὴρ
  10. Ῥίγβασος ἡγεμόνευεν, ἔχων ἴνδαλμα Γιγάντων.
  11. οὐδὲ γέρων Ἄρητος ἐλείπετο Δηριαδῆος
  12. εἰς ἐνοπὴν καλέοντος, ἀνὴρ βαρύς· ἀλλὰ καθάψας
  13. χαλκοβαρῆ λασίοιο κατὰ στέρνοιο χιτῶνα
  14. γηραλέου κούφιζεν ὑπὲρ νώτοιο βοείην,
  15. αὐχένι κυρτωθέντι περικρεμάσας τελαμῶνα.
  16. καὶ στρατιὴν θώρηξεν ἀναγκαῖος πολεμιστὴς
  17. πέντε σὺν υἱήεσσι, Δύκῳ καὶ ὁμήλυδι Μύρσῳ,
  18. Γλαύκῳ καὶ Περίφαντι καὶ ὀψιγόνῳ Μελανῆι.
  19. καὶ πολιὴν πλοκαμῖδα περισφίγξας τρυφαλείῃ
  20. λαιὸν ἐυτροχάλοιο μετέστιχε δηιοτῆτος,