Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τῶν ἄμα Κύλλαρος ἦρχε καἰ Ἀστράεις, πρόμος Ἰνδῶν,
  2. Βρόγγου δίζυγα τέκνα τετιμένα Δηριαδῆι.
  3. καὶ στόλος ἄλλος ἵκανε τριηκοσίων ἀπὸ νήσων,
  4. αἵ τε περιστιχόωσιν ἀμοιβάδες ἄλλυδις ἄλλαι
  5. γείτονες ἀλλήλῃσιν, ὅπῃ περιμήκεϊ πορθμῷ
  6. δίστομος Ἰνδὸς ἄγων μετανάστιον ἀγκύλον ὕδωρ,
  7. ἑρπύζων κατὰ βαιὸν ἀπʼ Ἰνδῴου δονακῆος
  8. λοξὸς ὑπὲρ δαπέδοιο παρʼ Ἠῴου στόμα πόντου,
  9. ἔρχεται αὐτοκύλιστος ὑπὲρ λόφον Αἰθιοπῆα·
  10. ἧχι θερειγενέων ὑδάτων ὑψούμενος ὁλκῷ
  11. χεύμασιν αὐτογόνοις ἐπὶ πήχεϊ πῆχυν ἀέξει,
  12. καὶ χθόνα πιαλέην ἀγκάζεται ὑγρὸς ἀκοίτης,
  13. τέρπων ἰκμαλέοισι φιλήμασι διψάδα νύμφην,
  14. οἶστρον ἔχων πολύπηχυν ἀμαλλοτόκων ὑμεναίων,
  15. μέτρῳ ἀμοιβαίῳ παλιναυξέα χεύματα τίκτων
  16. Νεῖλος ἐν Αἰγύπτῳ καὶ ἑώιος [*](So MSS.: Ludwich Νείλου λώιον.) Ἰνδὸς Ὑδάσπης.
  17. κεῖθι μελαμψήφιδα διαξύων ῥόον όπλῇ
  18. νήχεται ὑδατόεις ποταμήιος ἵππος ἀλήτης,
  19. οἶος ἐμοῦ Νείλοιο θερειγενές οἶδμα χαράσσων
  20. ναιετάει, [*](So MSS.: Ludwich ἀντιάει.) βυθίοιο διʼ ὕδατος ὑγρὸς ὁδίτης