Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. σεισαμένη δολόεντα νεητόκος εἵματα νύμφη·
  2. μή με κατακτείνητε, φυλάκτορες· οὐδὲν ἀείρω,
  3. οὐ ποτὸν ἦλθον ἄγουσα καὶ οὔ τινα δαῖτα τοκῆι·
  4. δάκρυα, δάκρυα μοῦνον ἐμῷ γενετῆρι κομίζω·
  5. χεῖρες ἀπαγγέλλουσιν ἐλεύθεροι· εἰ νόος ὑμῖν,
  6. εἰ νόος ἐστὶν ἄπιστος, ἀμεμφέα λύσατε μίτρην,
  7. ῥίψατέ μοι κρήδεμνα, τινάξατε χερσὶ χιτῶνα·
  8. οὐ ποτὸν ἦλθον ἄγουσα φερέσβιον. ἀλλὰ καὶ αὐτὴν
  9. κρύψατε σὺν γενετῆρι καταχθονίῳ με βερέθρῳ
  10. οὐ φόβος, οὐ φόβος εἰμί, καὶ ἢν σκηπτοῦχος ἀκούσῃ·
  11. τίς νέκυν οἰκτείροντι χολώεται; αἰνομόρῳ δὲ
  12. τίς κοτέει θνήσκοντι; τίς ἄπνοον οὐκ ἐλεαίρει;
  13. ὄμματα δʼ ἠμύοντα κατακλείσω μενετῆρος·
  14. κρύψατε· τίς θανάτοιο πέλει φθόνος; ὀλλυμένους δὲ
  15. εἶς τάφος ἀμφοτέρους, γενέτην καὶ παῖδα, δεχέσθω.
  16. ὣς φαμένη παρέπεισε. καὶ εἰς μυχὸν ἔδραμε κούρη,
  17. ὀρφναίῳ μενετῆρι φαεσφόρος· ὲν δὲ βερέθρῳ
  18. εἰς στόμα πατρὸς ἔχευεν ἀλεξικάκων γάλα μαζῶν
  19. ἄτρομος, Ἠερίης δὲ θεουδέος ἔργον ἀκούων
  20. Δηριάδης θάμβησε· περισσονόοιο δὲ κούρης