Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἴκελον εἰδώλῳ γενέτην ἀνελύσατο δεσμῶν·
  2. φήμη δʼ ἀμφιβόητος ἀκούετο, καὶ στρατός Ἰνδῶν
  3. μαζὸν ἀλεξικάκοιο δολοπλόκον ᾔνεσε νύμφης.
  4. ὃς τότε Βωλίγγεσσι μετέπρεπεν, ὡς μέσος ἄστρων
  5. αἰθέρα φαιδρύνων ἀμαρύσσεται Ἕσπερος ἀστήρ,
  6. ἕσπερος, ἑσπομένης λιποφεγγέος ἄγγελος ὄρφνης.
  7. Γίγγλων δʼ ὑψικάρηνος ἀερσιπόδης τε Θυραιεὺς
  8. ὑψινεφής θʼ Ἵππαλμος ὑπὲρ πυμάτης κλίμα μαίης
  9. ὥπλισαν αἰόλα φῦλα δοριθρασέων Ἀραχωτῶν
  10. Δερσαίων τε φάλαγγας ὁμήλυδας, οἴ τε σιδήρῳ
  11. κτεινομένους κατʼ Ἄρηα χυτῇ κρύπτουσι κονίῃ
  12. ʽκ̔τεινομένους κατὰ δῆριν ἐτυμβεύοντο κονίᾐ.
  13. καὶ στρατὸν ἀγκυλότοξον ἀολλίσσας ἐπικούρων
  14. Ἁβράθοος βραδύς ἦλθε· νεοτμήτων δὲ κομάων
  15. αἰδόμενος κεκόρυστο, χόλον καὶ πένθος ἀέξων
  16. βουκεράου βασιλῆος, ἐπεί νύ οἱ ἄφρονι λύσσῃ
  17. Δηριάδης ὑπέροπλος ὅλην ἀπεκείρατο χαίτην,
  18. Ἰνδοῖς πικρὸν ὄνειδος. ἀναγκαῖος δὲ μαχητὴς
  19. εἰς ἐνοπὴν μόγις ἦλθε, καὶ αἰπυλόφῳ τρυφαλείῃ
  20. λωβητὴν ἐκάλυπτε λιπότριχον ἄντυγα κόρσης,