Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀλλʼ ἐρέεις, ὅτι κῆτος ἁλίτροφον ἔκτανε Περσεύς·
  2. ὄμματι Γοργείῳ πετρώσατο θῆρα θαλάσσης.
  3. τί πλέον, εἰ φονίης δεδοκημένος ὄμμα Μεδούσης
  4. ἀνδρομέων μελέων ἑτερότροπον εἶδος ἀμείψας
  5. εἰς λίθον αὐτοτέλεστον ἐμορφώθη Πολυδέκτης;
  6. Βάκχου δʼ Ἰνδοφόνου βριαρὸς πόνος οὐ μία Γοργώ,
  7. οὐ λίθος ἠερόφοιτος ἁλίκτυπος ἢ Πολυδέκτης·
  8. ἀλλὰ δρακοντοκόμων καλάμην ἤμησε Γιγάντων
  9. Βάκχος ἀριστεύων ὀλίγῳ ῥηξήνορι θύρσῳ,
  10. ὁππότε Πορφυρίωνι μαχήμονα κισσὸν ἰάλλων
  11. Ἐγκέλαδον στυφέλιξε καὶ ἤλασεν Ἀλκυονῆα
  12. αἰχμάζων πετάλοισιν· ὀιστεύοντο δὲ θύρσοι
  13. γηγενέων ὀλετῆρες, ἀοσσητῆρες Ὀλύμπου,
  14. χερσὶ διηκοσίῃσιν ἕλιξ ὅτε λαὸς Ἀρούρης
  15. θλίβων ἀστερόεσσαν ἴτυν πολυδειράδι κόρσῃ
  16. λεπταλέῳ γόνυ κάμψεν ἀκοντιστῆρι κορύμβῳ,
  17. ἔγχεϊ κισσήεντι, καὶ οὐ πυρόεντι κεραυνῷ
  18. τηλίκος ἐσμὸς ἔπιπτεν, ὅσος ῥηξήνορι θύρσῳ.
  19. ἀλλά φίλοι, κρίνωμεν· ἐν ἀντολίῃ μὲν ἀρούρῃ
  20. Ἰνδοφόνους ἱδρῶτας ὀπιπεύων Διονύσου