Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἠέλιος θάμβησεν, ὑπὲρ δυτικοῖο δὲ κόλπου
  2. Εσπερίη Περσῆα τανύπτερον εἶδε Σελήνη,
  3. βαιὸν ἀεθλεύσαντα πόνον γαμψώνυχι χαλκῷ·
  4. καὶ Φαέθων ὅσον εὖχος ὑπέρτερον ἔλλαχε Μήνης,
  5. τόσσον ἐγὼ Περσῆος ἀρείονα Βάκχον ἐνίψω.
  6. Ἴναχος ἀμφοτέρων πέλε μάρτυρος, ὁππότε κισσῷ
  7. καὶ φονίῳ νάρθηκι Μυκηνίδες ἤρισαν αἰχμαὶ
  8. χαλκοβαρεῖς, Σατύρων δὲ φιλεύιον Ἄρεα φεύγων
  9. θυρσοφόρῳ Βρομίῳ δρεπανηφόρος εἴκαθε Περσεύς,
  10. καὶ δόρυ θοῦρον ἔπεμπε μαχήμονος ἀντὶ Λυαίου
  11. οὐτιδανὴν ἀσίδηρον ἀκοντίζων Ἀριάδνην·
  12. οὐκ ἄγαμαι Περσῆα μίαν κτείναντα γυναῖκα,
  13. εἵμασι νυμφιδίοισιν ἔτι πνείουσαν Ἐρώτων.
  14. εἰ δὲ Διὸς χρυσέων μεγαλίζεται εἵνεκα λέκτρων,
  15. οὐ Δανάην ἐκόμισσεν ἐς οὐρανὸν ὑέτιος Ζεύς,
  16. κυδαίνων γονίμης φιλοπάρθενον ὄμβρον ἐέρσης
  17. βαιῆς κλεψιγάμου· Σεμέλη δʼ ἐπέβαινεν Ὀλύμπου
  18. σὺν Διί, σὺν μακάρεσσι μιῆς ψαύουσα τραπέζης,
  19. υἱέι βοτρυόεντι παρεζομένη Διονύσῳ·
  20. οὐ Δανάη λάχεν οἶκον Ὀλύμπιον, ὑγροπόρου δὲ