Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἔκτανεν, οὐ φλογόεντι πόλιν τεφρώσατο δαλῷ.
  2. ἀλλʼ οὐ τοῖος ἔην Βρομίου μόθος· οὐ ποσὶν ἕρπων
  3. Βάκχος ἐθωρήχθη δολόεις πρόμος, οὐδὲ λοχήσας
  4. φρουρὸν ἀκοιμήτοιο μετήλυδα κύκλον ὀπωπῆς
  5. Φορκίδος ἀλλοπρόσαλλον ἀμειβομένης πτερὸν Ὕπνου
  6. ἤνυσε θῆλυν ἄεθλον ἀθωρήκτοιο Μεδούσης·
  7. ἀλλὰ διατμήγων δηίων στίχα δίζυγι νίκῃ
  8. χερσαίου πολέμοιο καὶ ὑγροπόροιο κυδοιμοῦ
  9. λύθρῳ γαῖαν ἔδευσε, καὶ αἵματι κῦμα κεράσσας
  10. Νηρεΐδας φοίνιξεν ἐρευθιόωντι ῥεέθρῳ,
  11. κτείνων βάρβαρα φῦλα· πολὺς δʼ ἐπὶ μητέρι Γαίῃ
  12. ὑψιλόφων ἀκάρηνος ἐτυμβεύθη στάχυς Ἰνδῶν,
  13. πολλοὶ δʼ ἐν πελάγεσσιν ὀλωλότες ὀξέι θύρσῳ
  14. αὐτόματοι πλωτῆρες ἐπορθμεύοντο θαλάσσῃ,
  15. Ἰνδῶν νεκρὸς ὅμιλος. ἀνικήτῳ δὲ Λυαίῳ
  16. ὕδασιν αἰχμάζοντος ἐγερσιμόθου ποταμοῖο
  17. Ἄρεα κυματόεντα παρέρχομαι, ὁππότε πεύκη
  18. Βακχιὰς αἰθαλόεσσα κατέφλεγε βάρβαρον ὕδωρ
  19. μυδαλέῳ σπινθῆρι, καὶ ἔζεε κύματι θερμῷ
  20. καπνὸν ἀναβλύζων ποταμήιον ὑγρὸς Ὑδάσπης.