Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Πήγασον ὠδίνουσα, καὶ ἔγκυον αὐχένα νύμφης
  2. Γοργόνος Εἰλείθυια μογοστόκος ἔθρισεν ἅρπη,
  3. αὐχένος ἱπποτόκοιο θαλύσιον; ἀπτολέμου δὲ
  4. Περσεὺς ὠκυπέδιλος ἐκούφισε σύμβολα νίκης
  5. ἄπνοα, Γοργείης ὀφιώδεα λήια χαίτης,
  6. αἱμαλέῃ ῥαθάμιγγι κατάρρυτα λείψανα κόρσης,
  7. ἡμιτελές σύριγμα νεοτμήτων ἀπὸ λαιμῶν
  8. λεπτὸν ὑποτρίζοντα· καὶ οὐ στίχεν ἄρσενι χάρμῃ,
  9. οὐ τότε χερσαίης ἐνοπῆς κτύπος, οὐδʼ ἐνὶ πόντῳ
  10. Περσέι μαρναμένῳ πολεμήια λαίφεα νηῶν
  11. ἐγρεμόθοις ἀνέμοισιν Ἄρης κολπώσατο ναύτης,
  12. οὐ φονίῃ ῥαθάμιγγι Λίβυς φοινίσσετο Νηρεύς,
  13. οὐ νέκυν αὐτοκύλιστον ἐδέξατο λοίγιον ὕδωρ·
  14. ἀλλὰ δρακοντείης τρομέων συριγμὸν ἐθείρης
  15. Σθεννοῦς μαινομένης πτερόεις ἐλελίζετο Περσεύς,
  16. καὶ κυνέην Ἀίδαο φέρων καὶ Παλλάδος ἅρπην,
  17. καὶ πτερὸν Ἑρμάωνος ἔχων καὶ Ζῆνα τοκῆα,
  18. ὠκυτέρῳ φύξηλις ἀνῃώρητο πεδίλῳ,
  19. Εὐρυάλης μύκημα καὶ οὐ σάλπιγγος ἀκούων,
  20. συλήσας Λιβύης ὀλίγον σπέος· οὐ στρατὸν ἀνδρῶν