Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ φυτὸν ἐρρίζωτο τὸ δεύτερον· ἀμφὶ δὲ γαίῃ
  2. κεῖτο δράκων ἀτίνακτος, ἕλιξ νέκυς. ἐξαπίνης δὲ
  3. θῆλυς ὄφις ξύουσα παλιννόστῳ πέδον ὁλκῷ
  4. εὐνέτις ἀμφιέλικτος ἐδίζετο λοξὸν ἀκοίτην,
  5. οἶα γυνὴ ποθέουσα νέκυν πόσιν· εἰς σκοπέλους δὲ
  6. μηκεδανῆς ἐλέλιζε θοώτερον ὁλκὸν ἀκάνθης,
  7. εἰς ὄρος ἐσσυμένη βοτανηφόρον· ἀμφὶ δὲ λόχμην
  8. δρεψαμένη Διὸς ἄνθος ἐχιδνήεντι γενείῳ
  9. χείλεσιν ἀκροτάτοις ὀδυνήφατον ἤγαγε ποίην,
  10. καὶ νέκυος δασπλῆτος ἀλεξήτειραν ὀλέθρου
  11. ἀζαλέῳ μυκτῆρι συνήρμοσεν, ἰοβόλῳ δὲ
  12. ζωὴν ἀνθεμόεσσαν ἀκινήτῳ πόρε νεκρῷ·
  13. καὶ νέκυς αὐτοέλικτος ἐπάλλετο· καὶ τὸ μὲν αὐτοῦ
  14. ἄπνοον ἦν, ἕτερον δὲ διέστιχεν, ἄλλο δὲ σείων
  15. ἡμιτελὴς νέκυς ἦεν ἔχων αὐτόσσυτον οὐρήν·
  16. καὶ ψυχραῖς γενύεσσι παλίμπνοον ἄσθμα τιταίνων
  17. οἰγομένῳ κατὰ βαιὸν ἐθήμονι βόμβεε λαιμῷ,
  18. συριγμὸν προχέων παλινάγρετον· ὀψὲ δὲ βαίνων
  19. νόστιμος ἀρχαίην ὑπεδύσατο φωλάδα χειήν.
  20. καὶ Μορίη Διὸς ἄνθος ἐκούφισεν, ἀμφὶ δὲ νεκροῦ