Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. δένδρεον αὐτόπρεμνον ἀνέσπασε μητρὸς ἀρούρης,
  2. ὠμοβόρου δὲ δράκοντος ἐναντία δόχμιος ἔστη·
  3. καὶ πρόμος εἱλικόεις ὀφιώδεϊ μάρνατο τιμῇ,
  4. αὐχενίῃ σάλπιγγι μόθου συριγμὸν ἰάλλων,
  5. πεντηκονταπέλεθρος ὄφις κυκλούμενος ὁλκῷ·
  6. καὶ διδύμῳ σφιγκτῆρι πόδας σφηκώσατο δεσμῷ,
  7. καὶ σκολιαῖς ἑλίκεσσι δέμας Δαμασῆνος ἱμάσσων
  8. χάσματι λυσσήεντι πύλας ὤιξεν ὀδόντων,
  9. χείλεσι τοξεύων διερὸν βέλος, ὄμματα σείων
  10. ὠμὰ φόνου πνείοντα, Γιγαντείῳ δὲ προσώπῳ
  11. ἔπτυεν ὀμβρηρῇσι γενειάσι πίδακας ἰοῦ,
  12. χλωρὸν ὀιστεύων δολιχόσκιον ἀφρὸν ὀδόντων·
  13. ὑψιλόφου δὲ Γίγαντος ἐπεσκίρτησε καρήνῳ,
  14. ὄρθιος ἀίξας μελέων ἐνοσίχθονι παλμῷ.
  15. ἀλλὰ δρακοντείης ἀπεσείσατο φόρτον ἀκάνθης
  16. αἰνογίγας, σκοπέλοισιν ἐοικότα γυῖα τινάσσων·
  17. καὶ παλάμῃ τανύφυλλον ἑὴν ἐλέλιζεν ἀκωκήν,
  18. ὀρθὸν ἀκοντίζων δρυόεν βέλος· ἀμφὶ δὲ κόρσῃ
  19. πῆξε φυτὸν προθέλυμνον, ὅπῃ περὶ κυκλάδα δειρὴν
  20. αὐχενίῃ γλωχῖνι συνήπτετο δεσμὸς ἀκάνθης·