Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ζωοτόκῳ μυκτῆρι φερέσβιον ἥρμοσε ποίην.
  2. καὶ βοτάνη ζείδωρος ἀκεσσιπόνοισι κορύμβοις
  3. ἔμπνοον ἐψύχωσε δέμας παλιναυξέι νεκρῷ.
  4. ψυχὴ δʼ εἰς δέμας ἦλθε τὸ δεύτερον· ἐνδομύχῳ δὲ
  5. ψυχρὸν ἀοσσητῆρι δέμας θερμαίνετο πυρσῷ·
  6. καὶ νέκυς ἀμφιέπων βιοτῆς παλινάγρετον ἀρχὴν
  7. δεξιτεροῦ μὲν ἔπαλλε ποδὸς θέναρ, ἀμφὶ δὲ λαιὸν
  8. ὀρθώσας στατὸν ἴχνος ὅλῳ στηρίζετο ταρσῷ,
  9. ἀνδρὸς ἔχων τύπον ἶσον, ὅς ἐν λεχέεσσιν ἰαύων
  10. ὄρθριον οἰγομένης ἀποσείεται ὕπνον ὀπωπῆς.
  11. καὶ πάλιν ἔζεεν αἷμα· νεοπνεύστοιο δὲ νεκροῦ
  12. χεῖρες ἐλαφρίζοντο· καὶ ἁρμονίη πέλε μορφῇ,
  13. ποσσὶν ὁδοιπορίη, φάος ὄμμασι, χείλεσι φωνή.
  14. καὶ Κυβέλη κεχάρακτο νεητόκος, οἷά τε κόλπῳ
  15. μιμηλὴν ἀλόχευτον ἐλαφρίζουσα λοχείην
  16. πήχεσι ποιητοῖσι, καὶ ἀστόργῳ παρακοίτῃ
  17. λαϊνέην ὠδῖνα δολοπλόκος ὤρεγε Ῥείη,
  18. ὀκρυόεν βαρὺ δεῖπνον· ὁ δὲ βροτοειδέα μορφὴν
  19. ἔκρυφε μάρμαρον υἷα πατὴρ θοινήτορι λαιμῷ,
  20. ἄλλου ψευδομένοιο Διὸς δέμας εἰλαπινάζων·