Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τηλεφανὴς ὅλον ἄνδρα κεχηνότι δέξατο λαιμῷ.
  2. καὶ Μορίη σκοπίαζε κασιγνήτοιο φονῆα
  3. τηλόθι παπταίνουσα, φόβῳ δʼ ἐλελίζετο νύμφη,
  4. ἰοβόλων ὁρόωσα πολύστιχον ὄγμον ὀδόντων,
  5. καὶ θανάτου στέφος εἶδε περίπλοκον ἀνθερεῶνι·
  6. πυκνὰ δὲ κωκύουσα δρακοντοβότῳ παρὰ λόχμῃ
  7. ἠλιβάτῳ Δαμασῆνι συνήντεεν υἱέι Γαίης,
  8. ὅν πάρος αὐτογόνοισι τόκοις μαιώσατο μήτηρ
  9. ἐκ γενετῆς μεθέποντα δασύτριχα κύκλα γενείου·
  10. τικτομένῳ δέ οἱ ἦεν Ἔρις τροφός· ἔγχεα δʼ αὐτῷ
  11. μαζὸς ἔην καὶ χύτλα φόνοι καὶ σπάργανα θώρηξ,
  12. καὶ δολιχῶν μελέων βεβαρημένος εὐρέι φόρτῳ
  13. νήπιος αἰχμάζων, βρέφος ἄλκιμον, αἰθέρι γείτων
  14. ἐκ γενετῆς δόρυ πάλλεν ὁμόγνιον, ἀρτιφανῆ δὲ
  15. ὥπλισεν Εἰλείθυια λεχώιον ἀσπιδιώτην.
  16. τὸν μὲν ἐσαθρήσασα παρὰ κλέτας εὔβοτον ὕλης
  17. κάμπτετο λισσομένη, κινυρὴ δʼ ἐπεδείκνυε νύμφη
  18. ἄπλετον ἑρπηστῆρα κασιγνήτοιο φονῆα
  19. καὶ Τύλον ἀρτιχάρακτον ἔτι σπαίροντα κονίῃ·
  20. οὐδὲ Γίγας ἀμέλησε, πέλωρ πρόμος· ἀλλὰ πιέσσας