Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὁλκαίην ἐλέλιζε θυελλήεσσαν ὁμοκλήν,
  2. καὶ βροτέῳ στεφανηδὸν ἐπὶ χροῒ νῶτα συνάπτων,
  3. ἁλλόμενος περὶ κύκλα νεότριχος ἀνθερεῶνος,
  4. ὄγμῳ πουλυόδοντι παρηίδος ἄκρα χαράξας
  5. ἰοβόλοις γενύεσσιν ἀπέπτυεν ἰκμάδα Μοίρης,
  6. καί οἱ ἐπιθρῴσκοντι βαρυνομένων ὑπὲρ ὤμων
  7. οὐραίαις ἑλίκεσσιν ἐμιτρώθη μέσος αὐχήν,
  8. Ἄιδος ὁρμὸν ἔχων ὀφιώδεα, γείτονα Μοίρης.
  9. καὶ νέκυς εἰς χθόνα πῖπτεν ὁμοίιος ἔρνεϊ γαίης.
  10. καὶ νέον οἰκτείρουσα δεδουπότα μάρτυρι πότμῳ
  11. νηιὰς ἀκρήδεμνος ἐπέστενε γείτονι νεκρῷ,
  12. καὶ τότε θῆρα πέλωρον ἐρήτυεν, ὄφρα δαμείη·
  13. οὐ γὰρ ἔνα πρήνιζεν ὁδοιπόρον οὐδὲ νομῆα,
  14. καὶ Τύλον οὐ κτάνε μοῦνον ἀώριον, ᾗ δʼ ἐνὶ λόχμῃ
  15. ἐνδιάων καὶ θῆρας ἐδαίνυτο, πολλάκι δʼ ἕλκων
  16. ἄστατον αὐτόρριζον ὑπὸ χνοίῃσιν ὀδόντων
  17. δένδρεον εὐρώεντι κατέκρυφεν ἀνθερεῶνι,
  18. ἔμπαλιν αὖ ἐρύων βλοσυρὸν φύσημα γενείων·
  19. πολλάκι δʼ ἑλκυσθέντα παλινδίνητον ὁδίτην
  20. ἄσθμασιν ἐνδομύχοις πεφοβημένον εἰς στόμα σύρων