Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἡβητὴς ἐρόεις ἑὸν οὔνομα γείτονι πόντῳ
  2. ὄψιμον ἁρπάξειε γέρας πεφυλαγμένον Ἕλλῃ·
  3. οὐρανίης δʼ ἤσκητο θεῶν παρὰ δαῖτα τραπέζης
  4. κοῦρος ἀφυσσομένῳ πανομοίιος· αὐτοχύτου δὲ
  5. νεκταρέης κρητῆρα βεβυσμένον εἶχεν ἐέρσης,
  6. καὶ Διὶ δαινυμένῳ δέπας ὤρεγεν· ἕζετο δʼ Ἥρη
  7. οἶα χολωομένη καὶ ἐν ἀσπίδι, μάρτυρι μορφῇ
  8. ψυχῆς ζῆλον ἔχουσα, παρεζομένῃ δὲ θεαίνῃ
  9. Παλλάδι δείκνυε κοῦρον, ὅτι γλυκὺ νέκταρ Ὀλύμπου
  10. βουκόλος ἀστερόφοιτος ἐῳνοχόει Γανυμήδης
  11. πάλλων χειρὶ κύπελλα, τά περ λάχε παρθένος Ἥβη.
  12. Μαιονίην δʼ ἤσκησεν, ἐπεὶ τροφὸς ἔπλετο Βάκχου,
  13. καὶ Μορίην καὶ στικτὸν ὄφιν καὶ θέσπιδα ποίην,
  14. καὶ χθονὸς ἄπλετον υἷα δρακοντοφόνον Δαμασῆνα,
  15. καὶ Τύλον ἰοβόλῳ κεχαραγμένον ὀξέι πότμῳ
  16. Μαιονίης ναέτην μινυώριον, ὅς ποτε βαίνων
  17. Μυγδονίου ποταμοῖο παρʼ ὀφρύσι γείτονος Ἕρμου
  18. ἥψατο χειρὶ δράκοντος· ὁ δὲ πλατὺν αὐχένα τείνας,
  19. ὑψώσας δὲ κάρηνον ἀφειδέι χάσματι λαιμοῦ
  20. ἀντίον ἀνδρὸς ὄρουσε, καὶ ἰσχία φωτὸς ἱμάσσων